Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ζητήματα προηγεῖται τῆς περὶ τῶν ἁπλῶν φαρμάκων ἁπάσης διεξόδου, ταῦτα πειράσομαι διελθεῖν, ὥστε κατὰ τὸ τέταρτον αὐτὰς ἤδη τὰς δυνάμεις ἁπάντων διορίζειν, ὧν εὐθὺς ἂν ἀπ’ ἀρχῆς ἡψάμην, εἰ μὴ μεστὰ παραλογισμῶν ἦν σχεδὸν ἅπαντα τὰ τῶν νεωτέρων ἰατρῶν βιβλία. τούτους οὖν ἐκκαθᾶραί τε καὶ ἀποσκευάσασθαι χρὴ πρῶτον ἐκ τῆς τοῦ μανθάνοντος ψυχῆς, ὅπως μηδὲν ἐμποδίζοιεν τοῖς ἀληθέσιν. ὡς γὰρ Ἱπποκράτης φησὶν, οὕτω καὶ Πλάτων ἔλεγεν· οὐ μόνον τὰ μὴ καθαρὰ σώματα, ὁπόσῳ ἂν θρέψῃς μᾶλλον βλάψεις, ἀλλὰ καὶ ταῖς ἀκαθάρτοις ψυχαῖς, εἰ τροφίμους προσφέρεις λόγους, οὐ μόνον οὐδὲν ὠφελήσῃς ἂν, ἀλλὰ καὶ βλάψεις οὐ σμικρά. διὰ ταῦτα μὲν οὖν αὐτὰ καὶ ὅτι πολλοὶ τῶν ἑταίρων ἐξελεγχθῆναι τοὺς παραλογισμοὺς τῶν νεωτέρων ἰατρῶν ἠβουλήθησαν, οὐκ ἐν ταῖς συνουσίαις μόνον ἃς ἑκάστοτε ποιούμεθα συνδιατρίβοντες αὐτοῖς, ἀλλὰ καὶ διὰ τῶνδε τῶν ὑπομνημάτων, ἀνάγκην ἔσχον ἐπιπλέον ἐγχρονίσαι τοῖς πρώτοις δύο βιβλίοις, ἵνα ἐν τῷ τρίτῳ καθαρὸν ἤδη τῇ ψυχῇ τὸν ἀκροατὴν ἔχων καὶ δυνάμενον ἕπεσθαι τοῖς ἀληθέσι λόγοις, ὅσα τε χρὴ περὶ τῶν ἀρχῶν τῆς προκειμένης ἡμῖν

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download