Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

τούτῳ γὰρ τῷ γένει τῶν αἰσθητικῶν τὴν τῆς ὀσμῆς αἴσθησιν ἡ φύσις ἐδημιούργησεν. οἱ μὲν δὴ πλεῖστοι τοῖς χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασιν. τά τε γὰρ ὀξέα πάντα καὶ πρὸ τούτων ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ σκόροδα καὶ κρόμμυα, καὶ ταῦτ’ οὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων ὁμοία σχεδὸν ἡ τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως, ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς κόπρου, γιγνώσκομεν τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε τὴν ἀρχὴν οὐδ’ ἐπιχειροῦμεν γεύεσθαι, τῷ πάνυ σφόδρα πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεσμάτων ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ ταῦτ’ εὐθέως ἀποῤῥιπτοῦμεν, οὐδ’ ἐπιχειροῦντες γεύεσθαι, καὶ σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησίς τε καὶ γεῦσις. ἐπὶ μέντοι τῶν ἡδίστων, οἷά περ καὶ τὰ ῥόδα, διαφέρουσί τε καὶ πάμπολυ διεστήκασιν. οὐ μόνον γὰρ οὐχ ἡδέα γευομένοις ἐστὶν, ἀλλὰ καὶ πικρότητος οὐκ ὀλίγον

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download