Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ἐμφαίνει. καίτοι τόγε πικρὸν οὐδέποτ’ ἦν εὐῶδες οὐδ’ ὡς φάρμακον, οὐδ’ ὡς τροφὴ ἡμῖν ἡδύ. τίς οὖν ἡ τῆς διαφωνίας ταύτης αἰτία, διὸ καὶ Θεόφραστος μὲν ἐζήτησεν, ἄμεινον δ’ ἴσως καὶ ἡμᾶς ὅσα γιγνώσκομεν ὑπὲρ αὐτῆς εἰπεῖν. ἡ τοῦ πικροῦ γένεσις χυμοῦ ἐκ τῶν γλυκέων ὑπὸ θερμότητος λεπτυνομένων ἐφαίνετο συνίστασθαι καὶ εἶναι δηλονότι θερμότερά τε καὶ λεπτομερέστερα τῇ κράσει τὰ πικρὰ τῶν γλυκέων, ἀλλὰ καὶ ἡ τῆς ὀσμῆς αἴσθησις ἔν τε ταῖς κοιλίαις αὐταῖς γίγνεται τοῦ ἐγκεφάλου, καθότι καὶ δέδεικταί μοι περὶ τούτων ἑτέρωθι, καὶ οὐσία τῶν ὀσφρητῶν ἀτμώδης ἐστί. τὰ γὰρ ἀποῤῥέοντα τῶν σωμάτων ἀναμιγνύμενα τῷ περιέχοντι, κᾄπειτα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς εἰς τὸν ἐγκέφαλον ἐνεχθέντα, κινεῖ τὴν αἴσθησιν. εὐλόγως οὖν ὅσα μὲν ὀσμώδη πάντα καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθὺς καὶ πᾶν ὀσμῶδες ἡδὺ, διότι μηδ’ οἰκεῖόν ἐστιν ἅπαν τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πνεύματος. ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ 

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download