Digital Corpus for Graeco-Arabic Studies

Galen: De Simplicium Medicamentorum Facultatibus I-VI (On the Powers of Simple Drugs I-VI)

Kühn 1826

ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.

Ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς Ἱπποκράτους εἴρηται, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις, οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ’ αὐτὰ συνδέσμων ἀποτελεῖται καὶ τῶν τενόντων, ἡ δὲ σύντασις οὐκέθ’ ἁπλῶς, ἀλλ’ εἴ τι ξηραινομένων ἐπιπλέον, ἢ ψυχομένων, ἢ φλεγμαινόντων, ἢ σκιῤῥουμένων. κατ’ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ μυῶν καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν οὔθ’ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων, ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα.

Work

Title: Galen: De Simplicium Medicamentorum Facultatibus I-VI
English: On the Powers of Simple Drugs I-VI
Original: Περὶ κράσεως καὶ δυνάμεως τῶν ἁπλῶν φαρμάκων I-VI

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1826

Series: Claudii Galeni Opera Omnia

Volume: 11

Pages: 379-892

Publisher: Cnobloch, Leipzig

Download