De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
οὐδέ γε ὅπως ἂν ἕτερόν τινα λάβοιμεν συλλογισμὸν εἴρηται· τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις οὐ ταὐτὰ δηλώσαιμεν, συλλογισμοῦ συμπεράσματι μᾶλλον ἔοικεν ἢ συλλογισμῷ. σύνηθες δὲ τὸ τοιοῦτο τάχος τῷ φιλοσόφῳ καὶ καθάπερ ἐπὶ σημείων ἐκφέρειν τὰ πολλὰ καὶ διὰ τὸ, πρὸς τοὺς ἀκηκοότας ἤδη γράφεσθαι. τῶν οὖν ἐξηγησαμένων αὐτὸν οἱ μὲν οὐδ᾿ ἐπεχείρησαν ταῦτ᾿ ἀκριβῶσαι τὸν προσήκοντα τρόπον· οἱ δ᾿ οὐκ ἔτυχον. ἡμεῖς δὲ πειραθῶμεν οὐκ Ἀριστοτέλους ἕνεκεν, οὐδ᾿ ὡς τῷ λόγῳ βοήθειάν τινα πορίζοντες, ἀλλ᾿ ἡμῶν αὐτῶν. φιλοσόφου γὰρ οὐ μόνον τὰς προτάσεις λαβόντα συλλογίσασθαι, καθάπερ τοῖς πλείστοις εἴωθεν, ἀλλὰ καὶ τοῦ συμπεράσματος κειμένου τὰς προτάσεις κατασκευάσαι.
[Παρὰ τὸ διττὸν πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεσθαι.] Ἐπεὶ δὲ δεῖξαι πρόκειται τοσαυταχῶς γίνεσθαι τὰ παρὰ τὴν λέξιν σοφίσματα, ὁσαχῶς Ἀριστοτέλης ἔφη, τὰ παρὰ τὸ διττὸν, δῆλον ὡς δύο δεικτέον
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]