
De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
ἡμῖν, ἓν μὲν ὅτι πάντα τὰ παρὰ τὴν λέξιν παρὰ τὸ διττόν
ἐστιν, ἕτερον δ᾿ ὅτι παρὰ τὸ διττὸν τοσαῦτα. δῆλον δ᾿ ἐκεῖνό γε
πᾶσιν, ὅτι πάντα τὰ παρὰ τὴν λέξιν σοφίσματα παρὰ κακίαν
αὐτῆς ἀνάγκη συμβαίνειν· ταύτης γὰρ ὥσπερ ἀρχῆς
ἐχόμενοι ἐξαπατῶσιν οἱ σοφισταὶ τοὺς ἀπειροτέρους ἐν
τούτοις καὶ μὴ συνορῶντας τὸ κίβδηλον. εἰ δὴ ὅσα βουλοίμεθα
καλῶς λαβεῖν πόσα παρὰ τὴν λέξιν συμβαίνει σοφίσματα,
ληπτέον πόσαι πότ᾿ εἰσὶν αἱ κακίαι ἐν αὐτῇ· ὃ ἂν
συνοφθείης τῆς ἀρετῆς ληφθείσης, εἴπερ ἐστὶ μία εἴ τε
πλείους ἁπασῶν· ἁμαρτία γὰρ τῆς ἀρετῆς ἔοικεν εἶναι
καὶ ταύτης ὀρθῶς ληφθείσης εὐθὺς κᾀκείνην γνωρίζεσθαι.
ἐπεὶ δὲ, καθάπερ ἐν ἑτέροις ἀποδέδεικται λόγοις, τὸ εὖ τε
καὶ ἡ ἀρετὴ, ἐν ἐκείνῳ πρὸς ὃ πέφυκεν, ἢ γέγονεν, ἀνθρώπου
μὲν τὸ ζῇν, μαχαίρας δὲ τὸ τέμνειν, ληπτέον ἂν εἴη
τὸ πρός τι πέφυκεν ἢ γέγονεν ἡ λέξις. φαίνεται δὲ πρὸς
ἓν τὸ σημαίνειν· δῆλον οὖν ὅτι καὶ εὖ καὶ κακῶς ἐν τούτῳ·
δῆλον δὲ ὅτι καὶ μόνη τῶν ἀρετῶν αὕτη καθ᾿ αὑτὴν τῆς
λέξεως, αἱ δ᾿ ἄλλαι κατὰ συμβεβηκὸς καὶ ἔξωθεν καὶ οὐ
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]