
De Sophismatibus penes Dictionem (On Linguistic Sophisms)
Kühn 1827
τοῦ πράγματος, οἶον εὐαρμοστία καὶ εὐγραμματία. τοῦτο
γὰρ εἰ καὶ φαίνεταί τισιν εὖ, ἀλλ᾿ οὐ κατὰ τὸ πρᾶγμα·
ἀλλ᾿ ὥσπερ εἰ ξίφος ἐλεφαντόκωπον εἴη, ἢ ὀφθαλμὸς ὑπογεγραμμένος·
καὶ γὰρ τούτοις ταῦτα ἔξωθεν, τὰ δὲ καθ᾿
αὑτὰ, ἐν τῷ τέμνειν τε καὶ ὁρᾷν καὶ τὴν ἀρετὴν ἑκάστου
τυγχάνειν, εἶθ᾿ ὡς λέγεται καθ᾿ ἣν ἕδραν ἔχειν, πρὸς ὅ
πέφυκεν, ἢ γέγονεν· δῆλον ὡς καὶ τὸν ἀριθμὸν τῶν ἀρετῶν
ἐντεῦθεν ἄν τις γνοίη ὁπόσος ἐστίν· εἰ μὲν γὰρ πρὸς πολλὰ,
πλείους, εἰ δὲ πρὸς ἓν, μία. φαίνεταί γε μὴν ἡ λέξις πρὸς
ἓν τὸ σημαίνειν· εἴπερ τὸ καλῶς πρὸς τοῦτο μὴ σημαίνειν
ἢ μὴ εὖ σημαίνειν κακία ἔσται· καίτοι ἴσως δεῖται σκέψεως,
εἰ θετέον εἶναι λέξιν ἔτι, τὴν μὴ σημαίνουσαν. οὐδὲ γὰρ
αὐλητὴς ὁ μὴ πεφυκὼς αὐλεῖν ὅλως· οὐκοῦν οὐδὲ κακὸς
αὐλητής· οὐδὲ λέξεως ἄρα κακία τὸ μὴ σημαίνειν· τοῦτο
δὲ εὐθὺς καὶ σημεῖον τοῦ μόνην τὴν ὑφ᾿ ἡμῶν δὲ λεγομένην
ἀρετὴν εἶναι τῆς λέξεως καθ᾿ αὑτήν· ἐν ᾧ γὰρ ἑκάστου
τὸ εἶναι, ἐν τούτῳ καὶ ἡ ἀρετή· ἡ δὲ λέξις ἐν τῷ
Work
Title: De Sophismatibus penes Dictionem
English: On Linguistic Sophisms
Original: Περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων
Domains: Logic, Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 582-598
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_094.xml [32 Kb]