Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἀντιμαρτυρήσει τῇ δόξῃ ταύτῃ. τῆς φυλαττούσης οὖν αὐτὴν, ἣν ἐπεπιστεύκειμεν ἀρίστην εἶναι, τά τ᾿ ἄλλα πραττούσης ὡς ἐπὶ κυούσης λουούσης τε καθ᾿ ἑκάστην ἡμέραν, συνέβη κατὰ τὸν πρῶτον οἶκον τοῦ βαλανείου σφοδροτάτης ὠδίνης γενομένης, οἶαι ταῖς τικτούσαις εἰώθασι συμπίπτειν, ὑδατῶδες ὑγρὸν ἐκκενωθῆναι τοσοῦτον ὡς λειποθυμήσασαν ἐξενεχθῆναι τοῦ βαλανείου τὴν γυναῖκα. καλουσῶν δὲ καὶ κεκραγυιῶν τῶν ἀμφ᾿ αὐτὴν, οὐδεμιᾶς δὲ οὐδὲ πόδας οὐδὲ χεῖρας οὐδὲ τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσι κατὰ τὸ σύνηθες, ἀνατριβούσης, ἐγὼ κατὰ τύχην ἑστὼς πρὸ τῆς ἔξω θύρας τοῦ βαλανείου, κραυγῆς ἀκούσας, εἰσεπήδησα καὶ θεασάμενος ἀπεψυγμένην αὐτὴν, εἰς χεῖρας λαβὼν ναρδίνου μύρου τὸν στόμαχον ἀνατρίβειν ἐγκελευσάμενος ταῖς παρούσαις, μὴ μάτην ἑστάναι κεκραγυίας, ἀλλὰ τὰς μὲν τοὺς πόδας ἐκθερμαίνειν, τὰς δὲ τὰς χεῖρας, ἐνίας δ᾿ ὀσφραντὰ προσφέρειν τῇ ῥινί· τότε μὲν ἀνεκτησάμεθα ταχέως αὐτήν. ἥδετο δὲ μεγάλως ἡ μαῖα, προσταλείσης ἐπὶ τῇ κενώσει τῆς γαστρὸς, οὐχ οὕτως ἐπὶ τῷ σφαλῆναι ἐπὶ τῇ τοῦ τίκτειν 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]