De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
δόξῃ, ἀλλ᾿ ἐπὶ τὸ διατεταγμένον ἀπιστοῦσιν ἡμῖν ἀντιλέγειν,
ὡς ἐπιστημονικῶς εἰδυῖα τὸ πρᾶγμα. ἀποροῦντος δ᾿ ἑκάστου
ὅ τι δεῖ πράττειν καὶ μὴ κατὰ τὸν αὐτὸν σκοπὸν τῷ πρόσθεν
ἰᾶσθαι τὴν γυναῖκα, κατατολμῶντας ἐφ᾿ ἕτερον μεταβῆναι,
φροντίζοντι νύκτωρ ἐπῆλθε τοιόνδε τι. λειποψυχίας
αὐτῇ γεγενημένης, ὡς ἔφην, ὁπότε καὶ τὰς γυναῖκας εἶπον
οὐδὲν μὲν βοηθεῖν, ἑστάναι δὲ κλαιούσας, ἐμαυτόν τε μύρον
νάρδινον εἰς τὰς χεῖρας λαβόντα τὸ στόμα τῆς γαστρὸς καὶ
τὸ ὑποχόνδριον παρατρίβειν, ἀνεμνήσθην ὅτι τοσαύτην εὗρον
ἐν τοῖς χωρίοις τούτοις μαλακότητα τῶν ὑποχονδρίων μυῶν,
ὡς ἐμὲ γοῦν ἐν ἀρχῇ βιαιότερον ἀνατρίβειν αὐτὰ διεγνωκότα,
φοβηθέντα μὴ θλίψας τὴν σάρκα πελιδνὸν ἐργασαίμην
τι μόριον, ἀποστῆναι τοῦ βιαίου. ὡς γὰρ ἄν τις ἄκρως
εἰκάσαι βουληθείη παραπλήσια γάλακτι μὲν πηγνυμένῳ εἰς
τυροῦ γένεσιν, οὐ μὴν ἤδη γε πεπηγότι, κατεφάνη μοι κατὰ
τὸ ὑποχόνδριον ἅπαντα. τοῦ μὲν οὖν ξηραίνειν τὴν ἄμετρον
ὑγρότητα τοῦ πάθους ὑδατώδους ὄντος τυροῦ πάντες
ἔχεσθαι διεγνώκαμεν, ἐξευρεῖν δὲ τρόπον ἰάσεως,
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]