In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
χυμούς. ὑπαλλάττεται γὰρ ἐν πάχει καὶ λεπτότητι, ποτὲ μὲν ὑδατῶδες ὂν, ἔστι δ᾿ ὅτε παχυνόμενον, ὡς ἐοικέναι πύῳ. συμβαίνει δὲ τοῦτο τοῖς χυμοῖς, ὡς ἂν οὐκ οὖσιν ὄντως στοιχείοις, ὥσπερ ὕδωρ καὶ γῆ καὶ ἀὴρ καὶ πῦρ ἐστιν. ἕκαστος γὰρ αὐτῶν ἐκ τῶν τεττάρων τούτων γέγονεν, ἐπικρατοῦντος ἄλλου κατ᾿ ἄλλο αὐτῶν, ὡς δὴ πολλάκις ἐμάθετε.
Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται τὴν ἰδέην τε καὶ τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἓν καὶ ταυτόν ἐστιν.Ἀλλόκοτος μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν ἄνθρωπον, ὅμως ὁ Ἱπποκράτης ἀντιλέγων αὐτῇ φαίνεται διὰ σπουδῆς ἴσως τινῶν κατ᾿ αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν, οἳ ταύτην ἐπρέσβευον τὴν δόξαν. ὅπου γὰρ καὶ συγγράμματα πλεῖστα παλαιῶν ἀνδρῶν οὐκέτι σώζεται, πολὺ δὴ μᾶλλον οὐδὲ τὰς ἀγράφους δόξας εἰκός ἐστιν αὐτῶν
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]