Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

ἀμφοτέρων τε τῶν χολῶν καὶ τοῦ φλέγματος, ἑτέρου δὲ τοῦ καθαροῦ τε καὶ εἰλικρινοῦς ἀμίκτου τε τῶν ἄλλων χυμῶν, ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον σημαινόμενον αἵματος ἀληθὲς ἴσως ἐστὶ διαπλάττεσθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ τὸ δεύτερον οὐκ ἀληθές· οὐδέποτε γὰρ ἐν ταῖς κυούσαις μόνον γίγνεται τοῦτο. διὰ τί δὲ προσέθηκα τῷ λόγῳ τὸ ἴσως, οἶμαι γινώσκειν ὑμᾶς. ἐν γὰρ τοῖς περὶ σπέρματος ὑπομνήμασιν ἐδείχθη τὰ πλεῖστα μόρια τοῦ σώματος ἐκ τοῦ σπέρματος γιγνόμενα, μόνων τῶν σαρκωδῶν ἐξ αἵματος διαπλασσομένων. ἀλλ᾿ ἐπεὶ μὲν τοῦ σπέρματος ὀλίγος ἐστὶν ὁ καταβαλλόμενος εἰς τὰς μήτρας ὄγκος, ἡ τροφὴ δὲ αὐτῷ καὶ ἡ αὔξησις ἐκ τοῦ αἵματος γίγνεται, διὰ ταῦτ᾿ ἄν τις ὀλίγου δεῖν ἐξ αἵματος φαίη διαπλάττεσθαι τὰ μόρια; καθ᾿ ὅσον δὲ τὸ σπέρμα τὴν γένεσιν ἐξ αἵματος ἔσχε, κατὰ τοῦτο ἄν τις ἐξ αἵματος εἶναι λέγων τὴν γένεσιν τοῦ κυουμένου δόξειεν ἀληθεύειν, ἀλλ᾿ οὐκ ἐξ εἰλικρινοῦς αἵματος ἀμίκτου τῶν ἄλλων χυμῶν, ἀλλ᾿ ἐκ τοῦ κατ᾿ ἐπικράτειαν ὠνομασμένου. τοιαύτη μέν τίς ἐστιν ἡ ὅλη διάνοια τῆς

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]