In Hippocratis De Alimento (On Hippocrates' Nutriment)
Kühn 1828
ἢ τὴν ψύξιν ἐμποιεῖν ἀκαίρως, οὔτε κατὰ τὰς στύψεις καὶ τὰς ἑλκώσεις καὶ δηγμοὺς καὶ τὰ λιπάσματα καὶ ὅσα αὐτὸς κατὰ τὴν ῥῆσιν μνημονεύει.
Ἔνδοθεν δὲ τινά τε τῶν εἰρημένων καὶ ἐπὶ τούτοισιν αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὔ τινι.Ὥσπερ τὰ ἁμαρτήματα γίνεται ἔξωθεν κατὰ τὰ προειρημένα, οὕτω κᾂν ἔνδοθεν συμβαίνει πολλάκις παρὰ τὴν αἰτίαν τὴν μὴ σαφῆ καὶ ἐν ὅλῳ τῷ σώματι καὶ ἐν μέρει καὶ τοῖς καθ᾿ ἕκαστον καὶ μή· ὡς καὶ ταῖς τοιαῖσδε κράσεσι καὶ μὴ τοιαῖσδε. ἐνίοτε μὲν γὰρ ὁ χυμὸς ἢ σαπεὶς ἢ πλείων ἢ χρὴ, ἢ ἄπεπτος ἢ καὶ πληθώρα αἰτίαν τοῦ νοσήματος παρέχει. ἐνίοτε δὲ ταὐτὸ τοῦτο ποιεῖ ἄμετρός τε καὶ ἄκαιρος κένωσις. ὡς καὶ τὰ καταλειφθέντα μετὰ τὴν κένωσιν, καθάπερ αὐτός φησιν, ἂν μὲν ῥυέντων ἐγκαταλείπῃ
Work
Title: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 224-417
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_099.xml [346 Kb]