Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

τοῦτον οὖν τὸν λόγον ἐγὼ, ὡς πιθανώτατον προσδέχομαι καὶ καλεῖσθαι πάντας ὑφ’ Ἱπποκράτους ἡγοῦμαι φρενιτικοὺς, ὅσοι τὰς φρένας βεβλαμμένοι διηνεκῶς ὦσιν, ὥσπερ οἱ μαινόμενοι, μόνῳ τῷ πυρέττειν αὐτῶν διαφέροντες. ἐπεὶ δ’ ὡς τὰ πολλὰ τούτοις ὑπάρχει καὶ τῶν βλεφάρων ἀνεῳγότων ἀγρυπνεῖν, οἱ πλεῖστοι τῶν ἰατρῶν ἐν τοῖς παθογνωμονικοῖς φρενίτιδος καὶ τὴν τοιαύτην ἀγρυπνίαν ἔγραψαν. εἶπον δὲ τοιαύτην, ἐπεὶ καὶ μετὰ κώματος ἀγρυπνίαι γίνονται, καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ γ΄ τῶν ἐπιδημιῶν εἰπών· ἢν δὲ ᾖ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες ἢ μετὰ πόνων ἀγρυπνοῖ, ὡς εἶναι τὸ κῶμα τὴν εἰς ὕπνον καταφορὰν οὐ δυναμένων τῶν ἐχομένων τῷ συμπτώματι τὰ τῶν ἐγρηγορότων πράττειν, ἀλλὰ κλείειν τε τὰ βλέφαρα δεομένων, ἐλπιζόντων τε κοιμηθῆναι. συμβαίνει δ’ ἐνίοτε τούτων τισὶ μὴ δύνασθαι κοιμηθῆναι, κλεισθέντων τῶν βλεφάρων, ἀλλ’ ἀγρυπνεῖν ἐπὶ πλεῖστον, ὅπερ ὠνόμασεν ὁ Ἱπποκράτης οὐχ ὑπνῶδες κῶμα. περὶ μὲν οὖν τοῦ κατὰ κῶμα σημαινομένου

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]