Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

σπασμώδεες. ἐπὶ τούτοις οὖν ἑκατέροις τοὺς ἐξ ἀρχῆς ἐφιδροῦντας ἅμα πέποσιν οὔροις ἔγραψεν, ὅ τοιοῦτόν ἐστιν οἷον εἰ καί τι λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ τὸν ἄνθρωπον, ἐπεὶ τήν τε μήνιγγα τέτρηται καὶ τὰ κατὰ τὸν θώρακα συντέτρηται καὶ κατὰ τὸν μηρὸν ἑλκύδριον ἔχει σμικρόν. ἢ εἴ τις λέγει κινδυνεύειν ἀποθανεῖν τόνδε τινὰ διὰ τὸν ὕδερον καὶ τὴν παρωνυχίαν. τί οὖν ἔτι ζητῶμεν ἅττα ποτ’ οὖρα λέγει πέπονα; περὶ ὧν ἔμπροσθεν ἔφην ἐπιτιμῆσαι τὸν Ἐφέσιον Ῥοῦφον Ζεύξιδι τῷ ἐμπειρικῷ. ψεῦδος μὲν γὰρ εἶναι τοῦτο, μηδέποτε κακόν τι τῶν τοιούτων οὔρων γεννώντων, ἀληθὲς δὲ τὸ τὰ ἐπίπονα οὖρα κακόν τι σημαίνειν. δηλοῦσθαι γὰρ τὰ μετὰ πόνου κενούμενα. δεύτερον μέντοι τοῦτο τὸ γεγραμμένον τὸ τῶν πεπόνων οὔρων οὐκέτι πιθανόν ἐστιν ὁμοίως κατ’ ἀμφοτέρας τὰς ῥήσεις ἡμαρτῆσθαι τὴν λέξιν, ὡς ὁ Ῥοῦφος ἠξίου μεμφόμενος τὸν Ζεῦξιν. ἀλλ’ ἴσως αὐτὸς ὁ γράψας τὰ παχέα καὶ λευκὰ πέπονα κεκληκώς ἐστιν, ἐπειδὴ τοιαύτην ὑπόστασιν ἑώρα καὶ ἐν τοῖς ἀληθῶς πέποσιν οὔροις. τὰ δ’

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]