Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum III (On Hippocrates' Epidemics III)

Kühn 1828

ἡμερῶν. ὅτι μὲν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται τὰ προσγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον εἴρηται καὶ πρόσθεν. ἀλλὰ νῦν φημὶ μηδ’ ἐν οἷς εὑρίσκεται, μηδ’ ἐν τούτοις ἅπασι τὸν πρῶτον ἄῤῥωστον ἔχειν τινὰ τοιοῦτον χαρακτῆρα. τὸ δ’ οὖν ἔχον τῶν ἀντιγράφων αὐτοὺς τοὺς ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῆς κατὰ τὸν Πυθίωνα χαρακτῆρας ὡδί πως ἔχει γεγραμμένους, πι π ου μ υ. ὅτι δ’ εὔλογόν ἐστιν ἕκαστον τῶν χαρακτήρων σημαίνειν ὃ διῆλθον ἄρτι μαρτυροῦσιν οἱ τοῖς ἄλλοις ἀῤῥώστοις προσγεγραμμένοι. πανταχόθεν μὲν γὰρ πρόκειται τὸ π τὴν διαμένουσαν γραμμὴν ἔχον. ἐπὶ δὲ τῇ τελευτῇ τοῖς μὲν σωθεῖσιν υ προσγέγραπται, τὴν ὑγείαν σημαῖνον, τοῖς δ’ ἀποθανοῦσι τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον. ἐν ἀρχῇ οὖν τῶν μὲν τοιούτων σημαίνειν φαινομένων τὰ λεγόμενα, τῶν δ’ ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡς ἐφαρμόζεσθαι δυναμένων τοῖς ἐπὶ τῶν ἀῤῥώστων ὑφ’ Ἱπποκράτους εἰρημένοις, ἡμῖν μὲν ὁ μάταιος ἆθλος ἐπὶ τοῦ Πυθίωνος ἤνυσται καὶ κατὰ τοὺς ἄλλους ἀνυσθήσεται, τὸν χρόνον εἰκῇ κατατρίβουσιν. οἱ σοφισταὶ δὲ καὶ διὰ καὶ τὴν τοιαύτην

Work

Title: Galen: In Hippocratis Epidemiarum librum III
English: On Hippocrates' Epidemics III
Original: Ἱπποκράτους ἐπιδημιῶν γʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 17

Number: 1

Pages: 480-792

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_104.xml [575 Kb]