Adversus Julianum (Against Julian)
Kühn 1829
αὐτῶν ἡγεῖται μελαγχολᾷν ἡμᾶς. ἀποκρίνασθαι τοιγαροῦν
ἀναμνησθεὶς τῶν φιλοσόφων οὓς ἐπῄνεσε, παρὰ τίνος αὐτῶν
ἔμαθε νόμον ἀποδείξεως τοιοῦτον, οἵῳ φαίνεται κεχρημένος.
εἰ γὰρ ἐπεφύκει, φησὶ, τὸ χολαγωγὸν φάρμακον ἐκκαθαίρειν
τοῦ ζώου τὴν χολὴν, οὐκ αὐτὴν γεννᾷν, οὐκ ἂν
ἐκενοῦντο χολὴν τοῖς φλεγματώδεσι. θαυμαστή γε ἡ τοῦ
ἀκολούθου γνῶσις· ὦ τῆς μεγάλης διαλεκτικῆς τοῦ σοφιστοῦ.
τί συνετὸν οὕτω Χρύσιππος ἢ Ἀριστοτέλης ἢ Πλάτων εἶπεν;
οἵ γε, εἰ περὶ τούτων αὐτῶν ἐπισκέψασθαι προὐτάθη,
τὸ μηδὲ ὅλως περιέχεσθαι κατὰ τὸ σῶμα χολὴν πάντες
ἂν ἔφασαν ἕπεσθαι τὸ μηδ’ ὅλως ὑπὸ τῶν χολαγωγῶν ἐκκενοῦσθαι,
τὸ δ’ ὀλίγον περιέχεσθαι, τὸ τὴν ἑλκομένην
ὑπ’ αὐτῶν ὀλίγην ὑπάρχειν, ὥσπερ γε εἰ πολὺ περιέχοιτο,
πολλὴν εἶναι τὴν ἑλκομένην. ἀλλ’ Ἰουλιανὸς ὁ τῆς καινῆς
διαλεκτικῆς σοφιστὴς ἀξιοῖ μηδ’ ὅλως ἕπεσθαι χολὴν τοῖς
χολαγωγοῖς, ὅταν ὀλίγη ποθ’ ὑπάρχῃ κατὰ τὸ ζῶον. εἶθ’
ἡμᾶς μὲν λέγει μελαγχολῶντας τοὺς ὑδραγωγὸν διδόντας
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]