Adversus Julianum (Against Julian)
Kühn 1829
ἐν παντὶ μέρει τε καὶ μορίῳ. τῷ ἀποτελέσματι γὰρ συμπαρατείνεσθαι
χρὴ τὸ συνέχον αἴτιον. χωρεῖ δὲ δι’ ὅλου
πάθη, ὡς πυρετοὶ ἄλλα τε μύρια, ἐφ’ ὧν ἐν τῷ ὅλῳ καὶ
τὸ πλῆθος εἶναι δεῖ. καὶ τὸ τοῖς πλεῖον ὅταν πλεῖον καὶ
τὸ νόσημα ᾖ καὶ τὸ τοῖς πλεῖον καὶ συγκεχωρημένον ὧδέ
πως φάναι. εἰ δέ γε * * * * διὰ ἀντιφῶν τὸ
πλῆθος τοῦ ὑγροῦ. καὶ μὴν Ἰουλιανὸς οὐ βούλεται τῶν καθόλου
τὸ σῶμα νοσημάτων ἐν ἑνὶ τόπῳ τὴν συνεκτικὴν
ὑπάρχειν αἰτίαν. ἀλλὰ κἂν τὴν ῥύσιν ὑπόθηταί τις ἐπὶ
τῷ βουβῶνι γίγνεσθαι συνέχον αἴτιον οὖσαν τοῦ πυρετοῦ,
εἰς τοσαύτην ἀπορίαν ὁ λόγος ἀχθήσεται. λυομένου γὰρ
τοῦ βουβῶνος οὔτε διαμένειν αὐτὴν οὔτε παύεσθαι δυνατὸν,
ἐπειδὴ μενούσης μὲν ἀναγκαῖόν ἐστι καὶ τὸν πυρετὸν
διαλύεσθαι, λυομένης δὲ συνεκτικὸν ἑαυτῆς αἴτιον ἔχειν τὸν
βουβῶνα, κἀν τούτῳ τὸν λόγον ἀνατρέπεσθαι, τοῦ θαυμαστοῦ
προστάτου, φάσκοντος ἀδύνατον εἶναι τὸ καθ’ ὅλον
τοῦ σῶμα πάθος αἴτιον ἐν ἑνὶ τόπῳ συστῆναι. καὶ μὴν
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]