Adversus Julianum (Against Julian)
Kühn 1829
Ἰουλιανὸς ἐπισκήπτει χαριεντιζόμενος εἰς μελαγχολίαν ἡμᾶς,
ἣν αὐτός φησιν ὑπὸ μελαίνης γίγνεσθαι χολῆς. κατέλειπε
τοίνυν ἡμᾶς ἐπί σοι λέγειν τὴν μέλαιναν, ὃς οὐδὲ τῶν ἰατρικῶν
παιδαρίων ἀμείνων ὑπάρχων τὴν τέχνην ἐπιτιμᾷς
Ἱπποκράτους. τίς ταύτης μείζων μελαγχολία; τίς ἀπαιδευσία
φανερωτέρα; τὶς τόλμη προπετεστέρα; καθ’ ἡμῶν, Ἰουλιανὲ,
χαριεντίζῃ τοιαῦτα καὶ συνάπτεις αὐτὰ λόγοις ἀμαθέσιν,
ὡς ἂν μὴ παῖδα λαθεῖν αὐτῶν τὴν ἀτοπίαν. Ἱπποκράτους
γὰρ εἰρηκότος οὔθ’ ἡλικίαν οὔθ’ ὥραν ἔτους
οὔθ’ ὅλως οὐδένα καιρὸν εὑρεθῆναι δύνασθαι, καθ’ ὃν
ἀπόλλυταί τις ἐκ τοῦ σώματος ἡμῶν χυμὸς, ὃν αὐτὸς ἀεί
φησιν ὑπάρχειν, αἵματος δηλονότι καὶ φλέγματος
καὶ χολῶν διττῶν. ἅπαντας μὲν γὰρ εἶναι διὰ παντὸς, αὐξάνεσθαι
δ’ ἄλλον ἐν ἄλλῃ κράσει καὶ φύσει σώματος, ἡλικίᾳ
τε καὶ ὥρᾳ καὶ χώρᾳ καὶ νοσήματι νομίζεις καταβάλλεσθαι
τὸν λόγον, εἰ τῷ χολῶντι φλέγματος ἀγωγὸν δοθείη
φάρμακον, τουτὶ μὲν κενούμενον φαίνοιτο, χολὴ δὲ οὐ κενοῦται.
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]