Adversus Julianum (Against Julian)
Kühn 1829
περ ἐνεργῆ τι παρόμοιον. εἰ οὕτως ἔτυχε δριμὺ φάρμακον,
ὡς ἑλκοῦν δύνασθαι, μιᾷ μὲν ὥρᾳ κατὰ τοῦ δέρματος
ἐπιτεθὲν, αὐτὴν μόνην ἑλκώσει τὴν καλουμένην ἐπιδερμίδα.
πλέονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται
πρώτου μὲν τοῦ δέρματος, εἶτα καὶ τῶν ὑποκειμένων σαρκῶν.
καὶ τά γε καλούμενα σηπτὰ μέχρι μὲν τῶν ὑποκειμένων
ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειμένην
αὐτοῖς ἅπασαν σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν
προηγουμένων αἰτιῶν, οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος
ἰάσασθαι μενόντων. ὅπου γὰρ ἐδείχθη μεῖζον γινόμενον,
οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι.
τὰ τοίνυν προηγούμενα τῶν αἰτιῶν οἷόν περ καὶ τὸ πλῆθος,
ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούμενον,
εἰ μή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς
πάθος ἰάσασθαι καί διὰ τοῦτο Ἀσκληπιάδης πλῆθος ἡγεῖται
προκατάρχειν νόσων, ὑπό τε τῆς κενώσεως αὐτῆς φησιν
ὠφελεῖσθαι τοὺς κάμνοντας, οὐκ εἰς τὸ λύειν ὧν ἐποίει ἤδη
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]