Adversus Julianum (Against Julian)
Kühn 1829
ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν
ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω
καλεῖσθαι συγχωροῦμεν, οὐ μὲ Διὰ, ὅσα τῶν ἁπλῶν ὄντων
ἐστὶν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ἐν
τούτῳ μὲν ἡ λύσις τοῦ σοφίσματος. ἅπαντα δὲ μεταφέρειν
ἐνταῦθα τῆς Ἰουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡμέτερον, ἀλλ’
ἐφ’ ἕτερόν τι τῶν προβεβλημένων ἴωμεν ὃ κοινῇ πρὸς ἅπαν
ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων τὸ γένος ὑπάρχει διττὸν, ἐν
πλήθει μὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον, ἀλλ’ ἀμφοῖν
γε ῥᾴδιον ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ
δυναμένων ἡμῶν καὶ τοῦ πλεονάζοντος ἀποχέεσθαι τὸ περιττὸν
καὶ τὸ διεφθαρμένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε
χρονίσειν νόσημα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ
τε ἅμα καὶ σύντομον ἀσαφῶς καὶ μακρῶς ὁ Ἰουλιανὸς ἔγραψε
κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα ἐν τῷ ἀφορισμῷ λῆμμα
συνηρπάσθαι οὐκ ἀποδεδειγμένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ
ἢ μεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος
Work
Title: Adversus Julianum
English: Against Julian
Original: Πρὸς τὰ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς ὑπὸ Ἰουλιανοῦ
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 18
Number: 1
Pages: 246-299
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_108.xml [103 Kb]