Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Prognosticum (On Hippocrates' Prognostic)

Kühn 1830

τι τουτέων ὁμολογέῃ, ἧσσον δεινὸν εἷναι νομίζειν δεόντως. βέλτιον μὲν γὰρ ἦν οὕτως ἰσχυρὰν εἶναι τὴν δύναμιν, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν αἰτίων νικᾶσθαι. ἧττον μέντοι δεινὸν, εἰ διά τι τούτων καὶ μὴ διὰ τὴν τοῦ νοσήματος κακοήθειαν ἡ τοσαύτη γίνεται σύντηξις. ἀλλ’ ἐπειδὴ δυνατόν ἐστιν ἄμφω συνελθεῖν, αἰτίαν τέ τινα τῶν ἔξωθεν, ὡς εἴρηται, λυποῦσαν τὸ σῶμα καὶ πυρετὸν συντηκτικὸν, ὁ διορισμός σοι γινέσθω διὰ τῆς ἐπιούσης ἡμέρας τε καὶ νυκτός. εἰ μὲν γὰρ ἀπὸ μόνης τῆς ἔξωθεν αἰτίας εἴη γεγονὸς οἷον εἴρηται τὸ πρόσωπον, ἐπανορθώσεως ἐν ἡμέρᾳ καὶ νυκτὶ τεύξεται· εἰ δὲ ἀπὸ τῆς ἐν τῷ σώματι διαθέσεως, ἤτοι μενεῖ τοιοῦτον ἢ καὶ χεῖρον ἔσται. ταυτὶ μὲν οὖν ἅπαντα φαίνεται δεόντως εἰρῆσθαι τῷ Ἱπποκράτει. διὰ τί δὲ εἶπεν, ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νόσου τοιοῦτον τὸ πρόσωπον ᾖ καὶ μή πω οἶόν τε τοῖσιν ἄλλοισι σημείοισι συντεκμαίρεσθαι, ἐφεξῆς σκεψώμεθα. δυοῖν γὰρ θάτερον, ἢ ὡς οὐ γινομένων αὐτῶν ἐν ἀρχαῖς ἢ ὡς οὐδὲν βέβαιον δηλούντων, οὐχ οἷόν τέ ἐστι χρῆσθαι τοῖς τοιούτοις σημείοις εἰς τοὺς

Work

Title: Galen: In Hippocratis Prognosticum
English: On Hippocrates' Prognostic
Original: Ἱπποκράτους προγνωστικὸν καὶ Γαληνοῦ εἰς αὐτὸ ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 1

Pages: 1-317

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_113.xml [576 Kb]