Digital Corpus for Graeco-Arabic Studies

Galen: De Musculorum Dissectione ad Tirones (On the Dissection of Muscles)

Kühn 1830

τοῖς ἔμπροσθεν ἰατροῖς, εἰ μὴ καλῶς εἰρημένα περὶ μυῶν ἐγνώκειν δηλῶσαι. τῶν δ’ ἑταίρων ἔνιοι γυμνάζεσθαι βουλόμενοι καθ’ ἑαυτοὺς ὑπομνήσεις τινὰς ἔχειν ἠξίωσαν ὧν ἐθεάσαντο δεικνυμένων παρ’ ἐμοῦ, καὶ τοῦτο ἠνάγκασάν με γράψαι τὸ βιβλίον. ὧν τὰ μὲν φαινόμενα πάντα κατὰ τὴν ἀνατομὴν τῶν μυῶν ἐκδιδάσκω· ὑπὲρ δὲ τῆς ἐνεργείας ἀπόδειξιν μὲν οὐδεμίαν ἔχω, ἀναμιμνήσκω δὲ τὰ κεφάλαια τῶν ἐν ἑτέροις ἀποδεδειγμένων. ἐπιμνησθῆναι δέ με καὶ τῶν εἴ τι παρέλιπεν ἢ οὐκ ἀκριβῶς εἶπεν ὁ Λύκος ἠξίωσαν. ἐπειδὴ σαφέστατά τε καὶ κάλλιστα πάντων οὗτος ἀνατετμηκέναι μῦς πεπίστευται· ἃ μὲν οὖν ἐπαγγέλλεται τὸ γράμμα, ταῦτά εἰσιν. ἤδη δὲ ἐπὶ τῶν διεξόδων αὐτῶν βαδιοῦμεν. ὅστις ἐθέλει γυμνάζεσθαι περὶ τὴν τῶν μυῶν ἀνατομὴν ἐν ὕδατι πνίξας πίθηκον ἐκδειράτω πρότερον αὐτὸν, ὡς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται· πολλοὶ γὰρ ἐν τούτοις διαμαρτάνουσι τοῖς ἐπιτυχοῦσιν ἐπιτρέποντες τὸ ἔργον.

Work

Title: Galen: De Musculorum Dissectione ad Tirones
English: On the Dissection of Muscles
Original: Περὶ μυῶν ἀνατομῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Series: Claudii Galeni Opera Omnia

Volume: 18

Number: 2

Pages: 926-1026

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_115.xml [187 Kb]