De Antidotis (On Antidotes)
Kühn 1827
παραγεγονέναι, σκευάζεσθαι μὲν ἐκέλευσεν ὑπὸ ἐμοῦ τὴν ἀντίδοτον. ἀρεσθεὶς δὲ αὐτῇ μόνῃ, παραγενόμενος εἰς Ῥώμην, ἐπυνθάνετο κατὰ τίνα συμμετρίαν τῶν ἁπλῶν φαρμάκων σκευάζοιμι, κᾀγὼ τἀληθὲς αὐτῷ διῆλθον, ὡς οὐδὲν οὐδὲ τοὐλάχιστον, οὔτ' ἐνέλιπον, οὔτε προσέθηκα τῶν ἐμβαλλομένων ἐξ ἔθους παλαιοῦ τοῖς κατὰ τὴν αὐλὴν ἰατροῖς, ἐδήλωσά τε τὴν αἰτίαν, δι' ἣν ἀρέσκει μάλιστα αὐτῷ ἐμοὶ σκευασία, περὶ ἧς εἰπεῖν καὶ νῦν προθέμενος, ἐμνημόνευσα τῶν τότε πραχθέντων. ἅτε γὰρ ἑκάστης ἡμέρας λαμβάνων ὁ Ἀντωνῖνος ἅμα πολλῷ μέλιτι τοῦ φαρμάκου, ἀκριβέστατα διεγίνωσκε τήν τε κακίαν αὐτοῦ καὶ τὴν ἀρετήν.
[Πῶς ἄν καλλίστη σκευάζηται ἡ θηριακή.] Γίνεται δὲ κάλλιστον τοῦτο, καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα φάρμακα, διὰ τὴν τῶν ἐμβαλλομένων ἀρετήν τε καὶ ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως. οἱ πολλοὶ δ' οὐδὲ τὴν ἀρχὴν ἴσασι δοκιμάζειν ἕκαστον αὐτῶν καταμόνας, εἰς ὅσον ἥκει κακίας ἢ ἀρετῆς, ὥστ' οὐδὲ τὴν ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως ἐπίστανται. καὶ διὰ τοῦτο βάλλοντες
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]