De Antidotis (On Antidotes)
Kühn 1827
τοῦ Ταραντίνου θηριακὰ καὶ Κρατεύα καὶ Διοσκορίδου
καὶ Νίγρου καὶ Ἰόλλα καὶ Ῥούφου τοῦ Ἐφεσίου
καὶ ἄλλων τινῶν ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἥκοντι,
πολὺ πλείονος αὐτοψίας δεῖ πρὸς τὸ διαγινώσκειν ἀκριβῶς
ἑκάστου φαρμάκου τήν τε ἀρετὴν καὶ τὴν κακίαν. ἔνια
μὲν γὰρ παραποιοῦσιν οἱ καπηλεύοντες οὕτω σαφῶς, ὡς
καὶ τοὺς τριβακωτάτους ἐν αὐτοῖς λανθάνειν, ἐφ' ὧν κάλλιστόν
ἐστιν αὐτῶν ἐκ πολλοῦ παρεσκευάσθαι διὰ φίλον
ἀνόθευτον ἐκ τοῦ χωρίου, καθ' ὃ κάλλιστον γεννᾶται, πορίζεσθαι
τὸ φάρμακον, ἢ ἅπαξ πορευθέντα παρασκευάσασθαι
τὰ διαμεῖναι δυνάμενα πρὸς ὅλον τὸν βίον, ὁποία σχεδὸν
ἅπαντά ἐστι τὰ μεταλλικὰ καλούμενα. Κύπρον γοῦν ἱστορῆσαι
βουληθεὶς ἐγὼ διὰ ταῦτα, φίλον τε ἔχων τὸν ἐν
αὐτῇ πολὺ δυνάμενον, ἑταῖρον ὄντα τοῦ προεστῶτος τῶν
μετάλλων ἐπιτρόπου Καίσαρος, καδμείαν τε πολλὴν ἐκεῖθεν
ἐκόμισα καὶ διφρυγὲς καὶ σπόδιον καὶ πομφόλυγα χαλκῖτίν
τε καὶ μίσυ καὶ σῶρυ καὶ χάλκανθον, ὥσπερ γε
πάλιν ἐκ τῆς Παλαιστίνης Συρίας ὀποβάλσαμον ἀκριβές.
Work
Title: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 1-209
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_090.xml [374 Kb]