Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

οἵ τε κατὰ τὴν ἀντικειμένην χώραν οἰκοῦντες Μαυρούσιοι. τίνα μὲν οὖν ἐν ἑκάστῃ χώρᾳ γίνεται κάλλιστα φάρμακα, Διοσκουρίδης τε καὶ οἱ ἄλλοι γεγράφασιν ἀληθῶς. ἡμᾶς δ', ὡς ἔφην, χρὴ παρασκευάσασθαι καθ' ὃν εἴρηκα τρόπον αὐτὰ, καὶ μάλιστα ἐὰν ἐν Ῥώμῃ κατοικῶμεν, εἰς ἣν ἐξ ἁπάντων τῶν ἐθνῶν καθ' ἕκαστον ἐνιαυτὸν ἐξικνοῦνται πάμπολλα. τίνα δὲ καὶ κατ' αὐτὴν τὴν Ἰταλίαν τὰ μὲν αὐτοφυῶς γεννᾶται, τὰ δὲ κατασκευάζεται, καθάπερ ἐν Δικαιαρχίᾳ τῇ νῦν καλουμένῃ Ποτιόλοις, ἰὸς καὶ ψιμύθιον καὶ χαλκὸς καὶ λεπὶς χαλκοῦ καὶ ἄλλα τινὰ, κατὰ δὲ τὴν Ῥώμην αὐτὴν ἡ λιθάργυρος. ἔνια δὲ μόνον οὐχὶ καθ' ἑκάστην ἡμέραν κομίζεται, καθάπερ τά τ' ἐκ τῆς Σικελίας καὶ τῆς μεγάλης Λιβύης καθ' ἕκαστον ἐνιαυτὸν ὥρᾳ θέρους ἀπό τε Κρήτης πολλὰ, τῶν ἐκεῖ βοτανικῶν ἀνδρῶν ὑπὸ Καίσαρος τρεφομένων, οὐκ αὐτῷ Καίσαρι μόνῳ, ἀλλὰ καὶ πάσῃ τῇ Ῥωμαίων πόλει, πλήρη πεμπόντων ἀγγεῖα ταυτὶ τὰ πλεκτὰ καλούμενα, διὰ τὸ τῶν λυγῶν εἶναι πλέγματα. φέρεται δὲ ἀπὸ Κρήτης τὰ τοιαῦτα καὶ εἰς ἄλλα πολλὰ τῶν ἐθνῶν, ὡς μηδὲν τῶν ἀπ' αὐτῆς ἐνδεῖν,

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]