Digital Corpus for Graeco-Arabic Studies

Galen: De Antidotis (On Antidotes)

Kühn 1827

Διὸ καὶ προνοητέον ἐστὶν οἶνον ἐμβαλεῖν τῷ γένει τοιοῦτον, ὁποῖος μὲν ἐκ τῆς ἐμπειρίας ἔγνωσται μονιμώτατος ὑπάρχειν, ἔπειτα δ' ἰσχυρὸν, ἔτεσι πλείοσιν ἤδη δεδωκότα βάσανον, ὡς οὐκ ἔτι μεταβληθήσοιτο. καὶ γάρ τοι καὶ ἀσθενέστατοί γε καὶ ὡς ἂν εἴποι τις ὑδατωδέστατοι τῶν οἴνων ἢ σφόδρα αὐστηροὶ, καὶ μάλιστα πάντων οἴνων ὀξυνόμενοι, φθάσαντες ἐν τοῖς πρώτοις ἔτεσιν ὀξυνθῆναι, διαμένουσι τοῦ λοιποῦ. χρόνος δὲ τῆς τοιαύτης κρίσεως ἄλλος ἄλλῳ οἴνων ἐστὶν, οὐ πολλῶν μὲν ἐτῶν τοῖς ὑδατώδεσιν· οὕτω δ' ὀνομάζουσι τοὺς λευκοὺς τῇ χρόᾳ καὶ λεπτοὺς τῇ συστάσει, καὶ μὴ πολλοῦ δεομένους ὕδατος ἐν τῷ κεράννυσθαι. πάντως δ' αὐτοῖς ὑπάρχει τοιούτοις οὖσιν, ὥσπερ οὐδ' ὅλως πλήττουσι τὴν κεφαλὴν, οὕτω μηδὲ θερμαίνειν σαφῶς τὸ σῶμα, μηδὲ πέψει τῇ κατὰ γαστέρα, καὶ φλέβας ἐναργῶς συντελεῖν τι, μηδὲ εὐτροφίᾳ συναίρεσθαι. τάχιστα πάντων οἴνων οὗτοι παλαιοῦνται. καλοῦσι δὲ οἱ περὶ ταῦτα δεινοὶ παλαιοῦσθαι τὸ μεταβάλλειν ἑτοίμως εἰς τὴν τοιαύτην ποιότητα τῶν παλαιουμένων. δριμύτης

Work

Title: Galen: De Antidotis
English: On Antidotes
Original: Περὶ ἀντιδότων

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 1-209

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_090.xml [374 Kb]