De Muliebribus (Diseases of Women)
Littré 1853
καὶ νέτωπον, καὶ χρέο ἐν κρίμνοισι πυρίνοισιν. Ἢ ῥητίνην ἐπὶ
νεοπήκτου κεραμίδος θυμία, ἐπιβαλὼν καστόριον ἤ τι τῶν ἀρωμάτων·
τὴν δὲ κεφαλὴν τέγγειν ἐλαίῳ ῥοδίνῳ, ἐς δὲ τὼ ὦτε μύρσινον
ἢ μήλινον. Ἢ λευκοὺς ἐρεβίνθους καὶ ἀσιαφίδας ἑψήσας δίδου
πίνειν, καὶ ἐν ὕδατι θερμῷ καθέζεσθαι. Ἢ ἐλαίας λευκὰς, πρὶν ἂν
ἔλαιον ἀνεῖναι, κατακνίσαι καὶ αὐῆναι, καὶ ἐς οἶνον τρίβειν εὐώδεα,
καὶ ἐμβάφιον ἀττικὸν διδόναι. Ἢ κανθαρίδων τὰς γαστέρας, ἢ
ἀδίαντον, καὶ νίτρον ἐρυθρὸν αἰγύπτιον, καὶ ῥίζαν νάρθηκος, καὶ σελίνου
σπέρμα, ταῦτα διδόναι· ἢν δὲ ἐπιλάβῃ στραγγουρίη, ἐν ὕδατι
καθιζέσθω, καὶ γλυκὺν πινέτω. Ὀδύνης ὑστερέων· οἶνον ὡς ἥδιστον
ἴσον ἴσῳ κεράσας, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζας
καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον, ταῦτα
ἐμβάλλειν ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέαντα πυριῇν, καὶ τὴν
σκίλλην προστίθεσθαι, ἔστ’ ἂν φῇ τὸ στόμα μαλθακὸν εἶναι καὶ φαρκιδῶδες
καὶ εὐρύ· καὶ ἢν ἑλκωθῇ, καὶ ὁλοφλυκτίδες ἔωσιν, ἄμεινον
στέατος χηνείου ἀλείφατι ξὺν λιβανωτῷ θεραπεύειν. Ὑπὲρ ὑστερέων
ὀδύνης· πευκέδανον, ἀριστολοχίαν, πάνακες, ταῦτα ὁμοῦ μῖξαι ἐν
γλυκεῖ οἴνῳ, καὶ χλιήναντα πῖσαι, καὶ μήκωνος λευκῆς ῥοφέειν, καὶ
κνίδης σπέρμα. Ἄλλο· πυρίη θυμιητὴ, ἢν ὀδύνη ἔχῃ· σίδια ῥοιῆς
γλυκείης, λωτοῦ πρίσματα, ἐλαίης φύλλα ξηρὰ κεκομμένα, ταῦτα
ἐλαίῳ ὀργάσασθαι χρὴ καὶ ἐπὶ βόλβιτον πεπυρωμένον ἐπιῤῥίπτειν· ἢ
χαλβάνην, σμύρναν, λιβανωτὸν, ἔλαιον λευκὸν αἰγύπτιον ἐπὶ οἰναρίδων.
Work
Title: De Muliebribus
English: Diseases of Women
Original: Γυναικείων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1853
Series: Oeuvres complètes d'Hippocrate
Volume: 8
Pages: 10-462
Publisher: Baillière, Paris
Download
Hipp-Gr_013.xml [633 Kb]