Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Glandulis (Glands)

Littré 1853

αὐτὴν ἀπὸ τοῦ ἄλλου σώματος ὑγρασίης· καὶ ἅμα ἀναπέμπει τὸ σῶμα ἀτμοὺς ἐς τὴν κεφαλὴν παντοίους ἄνω, οὓς αὖθις ἡ κεφαλὴ ὀπίσω ἀφίησιν· οὐ γὰρ δύναται ἐμμένειν τὸ ἐπιῤῥέον οὐκ ἔχον ἔνθα ἔδρην, ἢν μὴ τὴν κεφαλὴν πονέῃ, τότε οὐκ ἀνίησιν, ἀλλ’ αὐτοῦ κρατέει· ἐπὴν δὲ ἀνῇ τὴν ἕλξιν ἐς τὰς ἀδένας, ἡ ῥοὴ γίνεται, καὶ οὐδὲν λυπέει τὸ ῥεῦμα, ἔστ’ ἂν ὀλίγον τε ᾖ καὶ ξύμμετρον καὶ ἐγκρατέες ἔωσιν αἱ ἀδένες· ἢν γὰρ πουλὺ ἐπιῤῥυῇ δριμὺ, ἢν μὲν ᾖ δριμὺ καὶ κολλῶδες, φλεγμαίνει καὶ ἀνοιδίσκεται καὶ ξυντείνει ὁ τράχηλος, καὶ οὕτω προΐει ἐς οὖς· κἢν μὲν ἐς ἑκάτερα τὰ μέρεα, ἑκάτερον· ἢν δὲ ἐς θάτερον, πονέει θάτερον· ἢν δὲ ᾖ φλεγματῶδες καὶ πουλὺ καὶ ἀργὸν ἡ ῥοὴ, φλεγμαίνει δὲ καὶ ὧδε· καὶ ἡ φλεγμονὴ, στάσιμον ἐὸν ὑγρὸν, χοιράδες ἐγγίνονται· αὗται χείρους αἱ νοῦσοι τραχήλου.

8. Μασχάλῃσι δὲ ξυῤῥέει μὲν καὶ ἐνταῦθα, ἀλλ’ ὅταν πλῆθος ᾖ, δριμεῖς ἰχῶρες, καὶ ὧδε γίνονται φύματα. Κατὰ ταὐτὰ καὶ ἐν τοῖσι βουβῶσιν ἕλκει τὴν ἀπὸ τῶν ὑπερκειμένων ὑγρασίην ἡ ἀδήν· ἄλλως εἰ πλῆθος λάβοι, βουβωνοῦται καὶ διαπυΐσκεται καὶ φλεγμαίνει ἰκέλως μασχάλῃσί τε καὶ τραχήλῳ· τὰ δ’ αὐτά οἱ δοκέει παρέχειν ἀγαθὰ καὶ κακά. Καὶ ταῦτα μὲν ἀμφὶ τῶνδε.

9. Τὰ δὲ ἔντερα ἔχει κόρον πουλὺν ἀπό τε σιτίων καὶ ποτῶν·

Work

Title: Hippocrates: De Glandulis
English: Glands
Original: Περὶ ἀδένων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1853

Series: Oeuvres complètes d'Hippocrate

Volume: 8

Pages: 554-574

Publisher: Baillière, Paris

Download

Hipp-Gr_018.xml [24 Kb]