Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Capitis Vulneribus (Wounds in the Head)

Littré 1831

φαρμάκου, δεξαμένη τὸ φάρμακον ἐς ἑωυτὴν μέλαν ἐὸν, ἔσται μέλαινα ἐν λευκῷ τῷ ὀστέῳ τῷ ἄλλῳ. Ἀλλὰ χρὴ αὖθις τὴν ῥωγμὴν ταύτην φανεῖσαν μέλαιναν ἐπιξέειν κατὰ βάθος· καὶ ἢν μὲν ἐπιξύων τὴν ῥωγμὴν ἐξέλῃς καὶ ἀφανέα ποιήσῃς, φλάσις μὲν γεγένηται τοῦ ὀστέου ἢ μᾶλλον ἢ ἧσσον, ἥτις περιέῤῥηξε καὶ τὴν ῥωγμὴν τὴν ἀφανισθεῖσαν ὑπὸ τοῦ ξυστῆρος· ἧσσον δὲ φοβερὸν καὶ ἧσσον ἂν πρῆγμα ἀπ᾿ αὐτέης γένοιτο ἀφανισθείσης τῆς ῥωγμῆς. Ἢν δὲ κατὰ βάθος ᾖ καὶ μὴ ἐθέλῃ ἐξιέναι ἐπιξυομένη, ἀφίκει ἐς πρίσιν ἡ τοιαύτη ξυμφορή. Ἀλλὰ χρὴ πρίσαντα τὰ λοιπὰ ἰητρεύειν τὸ ἔλκος.

15. Φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται. Ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι (ἢν καὶ ἄλλως μὴ μέλλῃ), ἢν καὶ ἡ σὰρξ ἡ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται· πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον. Καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ ἡ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται. Κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι. Ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα· οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα

Work

Title: Hippocrates: De Capitis Vulneribus
English: Wounds in the Head
Original: Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1831

Series: Oeuvres complètes d'Hippocrate

Volume: 3

Pages: 182-260

Publisher: Baillière, Paris

Download

Hipp-Gr_025.xml [63 Kb]