Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

ἀραιή τε καὶ ἀσθενής· καὶ οὔτε τι ἂν πάθοι τοιοῦτον ὁμοίως ὡς καὶ ὁ νεώτερος, καὶ ἤν τι πάθῃ, πάσχει ἀσθενέα τε καὶ παραυτίκα ἔκδηλα. Τοσούτῳ μὲν ἐν τῇ ἀρχῇ τῶν παθημάτων δυσχερέστερον ἀπαλλάσσουσιν οἱ νεώτεροι τῶν γεραιτέρων. Ὁκόταν δὲ ἡ νοῦσος ἐμφανὴς γένηται, καὶ ἢ πῦος ἢ αἷμα πτύσωσιν ἢ ἀμφότερα, ὅσοι μὲν νεώτεροί εἰσιν, ἅτε τοῦ σώματος εὐτόνου τε ἐόντος καὶ πυκνοῦ, οὐ δύνανται ἀποκαθαίρεσθαι ὁμαλῶς ἀπὸ τῶν ἑλκέων τῶν ἐν τῇ ἄνω κοιλίῃ τὸ πῦον· ὅ τε γὰρ πλεύμων οὐ κάρτα ἕλκει ἐς τὰς ἀρτηρίας πυκνότερος ἐὼν, αἵ τε ἀρτηρίαι λεπταὶ καὶ στεγναὶ ἐοῦσαι οὐκ ἐνδέχονται τὸ πῦον, εἰ μὴ ὀλίγον τε καὶ ὀλιγάκις, ὥστε ἀνάγκη τὸ πῦος ἐν τῷ θώρηκί τε καὶ ἐπὶ τῶν ἑλκέων ἀθροίζεσθαί τε καὶ παχύνεσθαι. Τῷ δὲ ἀφηλικεστέρῳ ὅ τε πλεύμων ἀραιότερος καὶ κοιλότερος, καὶ αἱ ἀρτηρίαι εὐρύτεραι, ὥστε μὴ ἐγχρονίζειν τὸ πῦος ἐν τῇ κοιλίῃ καὶ ἐπὶ τῶν ἑλκέων, καὶ ὅ τι ἂν ἐπιγένηται, τοῦτο ἀνάγκη πᾶν ἀνασπᾶσθαι ἄνω ὑπὸ τοῦ πλεύμονος ἐς τὰς ἀρτηρίας, καὶ παραχρῆμα ἐκπτύεσθαι. Τῷ μὲν οὖν νεωτέρῳ, ἅτε τῶν παθημάτων ἰσχυροτέρων ἐόντων, καὶ τῆς καθάρσιος οὐ γινομένης κατὰ λόγον τοῦ πτύσματος, οἵ τε πυρετοὶ ὀξύτεροι καὶ πυκνότεροι γίνονται, καὶ ὀδύναι ἐμπίπτουσιν ὀξέαι αὐτοῦ τε τοῦ παθήματος καὶ τοῦ ἄλλου σώματος, ἅτε τῶν φλεβίων ἐντόνων τε ἐόντων καὶ ἐναίμων· ὅταν δὲ ταῦτα διαθερμανθῇ ὑφ’ ἑωυτῶν, ὀδύναι διαΐσσουσιν ἄλλοτε ἄλλῃ τῷ σώματος, καὶ οὗτοι μὲν διαφθείρονται ὡς τὰ πολλὰ δι’ ὀλίγου. Τοῖσι δὲ γεραιτέροισιν, ἅτε τῶν παθημάτων ἀσθενεστέρων ἐόντων, καὶ τοῦ πτύσματος ἀπ’ αὐτῶν καθαιρομένου, οἵ τε πυρετοὶ λεπτότεροι καὶ ὀλιγάκις γίνονται, καὶ ὀδύναι ἔνεισι μὲν, ἔνεισι δὲ λεπταί· καὶ παντάπασι μὲν τῶν παθημάτων τῶν τοιούτων οὐκ ἀπαλλάσσονται οὐδὲ οἱ γεραίτεροι, ἀλλ’ ἔχοντες αὐτὰ πουλὺν χρόνον καταφθείρονται, καὶ ἄλλοτε

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]