Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

τοῦ κακοῦ, καὶ ἐκκεκαυμένου, καὶ λελεπτυσμένου, καὶ ἀσθενέος, καὶ οὐ λίην πολλοῦ ἀποκρίνεται, καὶ ἀνάγκη θερμότερον αὐτὸν ἐκκρίνεσθαι ἐκ τοῦ σώματος· ὁ δὲ ψυχρὸς ἀπὸ πλέονος τοῦ κακοῦ ἀποκρινόμενος, τοῦ τε ὑπολειπομένου, καὶ ἔτι ἰσχύοντος, καὶ οὔπω συσσεσηπότος, οὐδὲ λελεπτυσμένου, οὐδὲ ἐκκεκαυμένου, ψυχρότερος καὶ παχύτερος καὶ κακωδέστερος ἐκχωρέει. Δῆλον δὲ τοῦτο ἐν τῷδε· οἱ ψυχρῷ ἱδρῶτι ἱδρῶντες μακρὰς νούσους νοσέουσιν ὡς ἐπιτοπουλὺ, ἔτι ἰσχύοντος τοῦ κακοῦ τοῦ ἐν τῷ σώματι ὑπολειπομένου· οἱ δὲ θερμῷ ἱδρῶτι ἱδρῶντες ταχύτερον ἀπαλλάσσονται τῶν νουσημάτων.

26. Πλευρῖτις δὲ καὶ περιπλευμονίη γίνονται ὧδε· ἡ μὲν πλευρῖτις, ὁκόταν πόσιες ἁλέες τε καὶ ἰσχυραὶ κάρτα λάβωσι· διαθερμαίνεται γὰρ τὸ σῶμα ἅπαν ὑπὸ τοῦ οἴνου καὶ ὑγραίνεται, μάλιστα δὲ ἥ τε χολὴ καὶ τὸ φλέγμα διαθερμαίνεταί τε καὶ ὑγραίνεται. Ὁκόταν οὖν, τούτων κεκινημένων τε καὶ διυγρασμένων, ξυγκυρήσῃ ὥστε ῥιγῶσαι μεθύοντα ἢ νήφοντα, ἅτε ἐὸν τὸ πλευρὸν ψιλὸν φύσει σαρκὸς μάλιστα τοῦ σώματος, καὶ οὐκ ἐόντος αὐτῷ ἔσωθεν τοῦ ἀντιστηρίζοντος οὐδενὸς, ἀλλὰ κοιλίης, αἰσθάνεται μάλιστα τοῦ ῥίγεος· καὶ ὁκόταν ῥιγώσῃ τε καὶ ψυχθῇ, ξυνέλκεταί τε καὶ συσπᾶται ἥ τε σὰρξ ἡ ἐπὶ τῷ πλευρῷ, καὶ τὰ φλέβια· καὶ ὅσον ἐν αὐτῇ τῇ σαρκὶ ἔνι χολῆς καὶ φλέγματος ἢ ἐν τοῖσιν ἐν αὐτῇ φλεβίοισι, τούτου τὸ πολλὸν ἢ πᾶν ἀποκρίνεται ἔσω πρὸς τὸ θερμὸν, πυκνουμένης τῆς σαρκὸς ἔξωθεν, καὶ προσπήγνυται πρὸς τῷ πλευρῷ, καὶ ὀδύνην παρέχει ἰσχυρὴν, καὶ διαθερμαίνεται, καὶ διὰ τῆς θερμότητος ἄγει ἐφ’ ἑωυτὸ ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν φλέγμα τε καὶ χολήν. Γίνεται μὲν οὖν τούτῳ τῷ τρόπῳ. Ὁκόταν δὲ τὰ πρὸς τῷ πλευρῷ

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]