Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis I (Diseases I)

Littré 1849

προσπαγέντα σαπῇ καὶ πτυσθῇ, ὑγιέες γίνονται· ἢν δὲ τό τε ἀρχαῖον πολλὸν προσπαγῇ πρὸς τῷ πλευρῷ, καὶ ἄλλο προσεπιγένηται, αὐτίκα ἀπόλλυνται, οὐ δυνάμενοι ἀναπτύσαι ὑπὸ πλήθεος τοῦ σιάλου, ἢ ἔμπυοι γίνονται· καὶ οἱ μὲν ἀπόλλυνται, οἱ δὲ διαφεύγουσιν· διαδηλοῖ δὲ ταῦτα ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν, ἢ ἐννέα, ἢ ἕνδεκα, ἢ τεσσαρεσκαίδεκα. Ὀδύνην δὲ παρέχει ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῖδα καὶ ἐς τὴν μασχάλην διὰ τόδε· ἡ φλὲψ ἡ σπληνῖτις καλεομένη τείνει ἀπὸ τοῦ σπληνὸς ἐς τὸ πλευρὸν, ἐκ δὲ τοῦ πλευροῦ ἐς τὸν ὦμον καὶ ἐς τὴν χεῖρα τὴν ἀριστερήν· ἡ δὲ ἡπατῖτις ἐς τὰ δεξιὰ ὡσαύτως· καὶ ὁκόταν ταύτης τὸ ἐπὶ τοῦ πλευροῦ συνειρυσθῇ ὑπὸ τοῦ ῥίγεος, καὶ φρίξῃ τὸ αἷμα τὸ ἐν αὐτῇ, ἔς τε τὴν μασχάλην καὶ τὴν κληῗδα καὶ τὸν ὦμον ξυνέρχεταί τε καὶ σπᾷ, καὶ ὀδύνην παρέχει. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ περὶ τὸν νῶτον χωρία διαθερμαίνεται ὑπὸ τοῦ προσπεπηγότος ὑγροῦ πρὸς τῷ πλευρῷ, φλέγματός τε καὶ χολῆς. Παρέχει δὲ ὀδύνην ἐνίοτε καὶ τοῖσι τοῦ πλευροῦ κάτωθεν χωρίοισι· πολλάκις δὲ ἢν ἐς τὰ κάτω τράπηται ὀδύνη, διαδιδοῖ ἐς τὴν κύστιν διὰ τῶν φλεβίων, καὶ οὐρέει πολλόν τε καὶ χολῶδες· νομίζουσι δὲ ταύτης τῆς νούσου τὸ ῥῖγος αἴτιον εἶναι καὶ ἀρχήν.

27. Ἡ δὲ περιπλευμονίη γίνεται, ὁκόταν, κεκινημένου καὶ θερμαινομένου τοῦ φλέγματος καὶ τῆς χολῆς, ἑλκύσῃ ὁ πλεύμων ὑπὸ θερμασίης ἐφ’ ἑωυτὸν ἀπὸ τῶν πλησίον χωρίων πρὸς τοῖσιν ὑπάρχουσιν ἐν ἑωυτῷ· διαθερμαίνει μὲν πᾶν τὸ σῶμα, καὶ ὀδύνην παρέχει, μάλιστα δὲ τῷ τε νώτῳ καὶ τῇσι πλευρῇσι καὶ τοῖσιν ὤμοισι καὶ τῇ ῥάχει, ἅτε ἀπὸ τούτων ἕλκων ἐς ἑωυτὸν τὴν ἰκμάδα τὴν πλείστην, καὶ ὑπερξηραίνων τε ταῦτα καὶ ὑπερθερμαίνων· ὁκόταν δὲ εἰρύσῃ ἐς ἑωυτὸν, καὶ ἕδρην λάβῃ ἥ τε χολὴ καὶ τὸ φλέγμα ἐν τῷ

Work

Title: Hippocrates: De Morbis I
English: Diseases I
Original: Περὶ νούσων τὸ πρῶτον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1849

Series: Oeuvres complètes d'Hippocrate

Volume: 6

Pages: 140-204

Publisher: Baillière, Paris

Download

Hipp-Gr_040.xml [98 Kb]