De Morbis II (Diseases II)
Littré 1851
ἀπὸ τούτου γίνεται, ἄλλοτε ὑπ’ αὐτὴν τὴν γλῶσσαν, ἄλλοτε ὑπὲρ τῶν στηθέων ὀλίγον.
10. Σταφυλή· σταφυλὴ δὲ γίνεται ὅταν ἐς τὸν γαργαρεῶνα καταβῇ φλέγμα ἀπὸ τῆς κεφαλῆς· κατακρήμναται καὶ γίνεται ἐρυθρός· ἢν δὲ πλείων χρόνος γένηται, μελαίνεται· μελαίνεται δὲ ὧδε· ἐπὶ φλεβός ἐστιν ὁ γαργαρεὼν παχέης, καὶ ἐπὴν φλεγμήνῃ, θερμαίνεται, καὶ ὑπὸ τῆς θερμασίης ἕλκει καὶ ἐκ τῆς φλεβὸς τοῦ αἵματος, καὶ μελαίνεται ὑπ’ αὐτοῦ. Διὰ τοῦτο δὲ καὶ ἢν μὴ ὀργῶντα τάμῃς, παραχρῆμα ἀποσπαρθάζουσιν· ἢ γὰρ φλὲψ διαθερμαίνει καὶ ὑπὸ τῆς θερμασίης ἐμπιπλεῖ τὰ περὶ τὸν γαργαρεῶνα αἵματος, καὶ δι’ ὅλου ἀποπνίγονται.
11. Ἀντιάδες· ἀντιάδες δὲ καὶ ὑπογλωσσίδες καὶ οὖλα καὶ γλῶσσα καὶ ὅσα τοιαῦτα ταύτῃ πεφυκότα, ταῦτα πάντα νοσέει ὑπὸ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· ἡ δὲ κεφαλὴ ἐκ τοῦ σώματος ἕλκει· ἕλκει δὲ ὅταν διαθερμανθῇ· διαθερμαίνεται δὲ ὑπὸ σιτίων καὶ ἡλίου καὶ πόνων καὶ πυρός· ὅταν δὲ διαθερμανθῇ, ἕλκει τὸ λεπτότατον ἐς ἑωυτὴν ἐκ τοῦ σώματος· ὅταν δὲ εἰρύσῃ, καταβαίνει καὶ πάλιν ἐς τὸ σῶμα.
12. Νοῦσοι αἱ ἀπὸ τῆς κεφαλῆς γινόμεναι· ὅταν πλήρης γένηται ἡ κεφαλὴ καὶ τύχῃ ὑπό τινος τούτων διαθερμανθεῖσα, νάρκη ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει συχνὰ, καὶ τὰ ἄλλα πάσχει ἅπερ ὑπὸ στραγγουρίης· οὗτος ἡμέρας ἐννέα ταῦτα πάσχει, καὶ ἢν μὲν ῥαγῇ
Work
Title: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Littré, Émile
Title: Oeuvres complètes d'Hippocrate
Published: 1851
Series: Oeuvres complètes d'Hippocrate
Volume: 7
Pages: 8-114
Publisher: Baillière, Paris
Download
Hipp-Gr_048.xml [165 Kb]