Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

38. Ἴκτερος· ἡ χροιὴ μέλαινα γίνεται κατὰ τὸ πρόσωπον, μάλιστα δὲ τὰ ἐσκιασμένα, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ καὶ ἡ γλῶσσα κάτωθεν, καὶ αἱ φλέβες αἱ ὑπὸ τῇ γλώσσῃ παχεῖαι καὶ μέλαιναι, καὶ ἄπυρος γίνεται, καὶ οὐρέει παχὺ χολῶδες. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν τὰς φλέβας τὰς ὑπὸ τῇ γλώσσῃ ἀποσχᾷν, ἔπειτα λούοντα πολλῷ καὶ θερμῷ, διδόναι πίνειν νήστει τοῦ ἀσφοδέλου τὰς ῥίζας, ἀποκαθαίρων, ἑψῶν ἐν οἴνῳ ὅσον πέντε ῥίζας, καὶ σέλινα συμμίξας ὅσον χεῖρα πλήρεα τῶν φύλλων· ἐπιχεῖν δὲ οἴνου γλυκέος τρία ἡμικοτύλια αἰγιναῖα, καὶ λείπειν ἡμικοτύλιον· τοῦτο κιρνὰς, ἕκτον αὐτῷ διδόναι πίνειν· ἐπὴν δὲ οὐρήσῃ, σιτίοισι χρῆσθαι διαχωρητικοῖσι, καὶ μετὰ τὸ σιτίον ἐρεβίνθους λευκοὺς τρωγέτω, καὶ πινέτω οἶνον λευκὸν, πολὺν, ὑδαρέα, καὶ σέλινα τρωγέτω ἐπὶ τῷ σιτίῳ καὶ πράσα. Ποιεέτω δὲ ταῦτα ἑπτὰ ἡμέρας, καὶ ἢν μέν οἱ δοκέῃ ἐν ταύτῃσιν ἡ χροιὴ κεκαθάρθαι ἐπιεικῶς· ἢν δὲ μὴ, καὶ ἑτέρας τρεῖς ταῦτα ποιεέτω· μετὰ δὲ, ἐπισχὼν μίαν ἢ δύο ἡμέρας, πρόσθες φάρμακον πρὸς τὰς ῥῖνας· μετὰ δὲ, φάρμακον πῖσον κάτω, ὑφ’ οὗ χολὴν καθαρεῖται, καὶ ἢν μὴ σπληνώδης ἔῃ, ὄνου γάλα ἢ ὀῤῥὸν μετάπισον. Ταῦτα ποιέων ὑγιὴς γίνεται.

39. Ἕτερος ἴκτερος· πυρετὸς λαμβάνει βληχρὸς, καὶ τὴν κεφαλὴν βάρος ἔχει, καὶ οἱ πυρετοὶ ἐπαύσαντο ἐνίοισιν· αὐτὸς δὲ γίνεται χλωρὸς, οἵ τε ὀφθαλμοὶ μάλιστα, καὶ ἀσθενείη, καὶ ἀκρησίη τοῦ σώματος, καὶ οὐρέει παχὺ καὶ χλωρόν. Τοῦτον θερμῷ λούειν, καὶ διδόναι πίνειν διουρητικά· ἐπὴν δέ σοι δοκέῃ καθαρώτερος εἶναι καὶ ἡ χροιὴ βελτίων γένηται, πρόσθες φάρμακον πρὸς τὰς ῥῖνας, καὶ

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]