Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

μετάπισον κάτω· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρῆσθαι· οἶνον δὲ πινέτω λευκὸν, γλυκὺν, ὑδαρέα. Ταῦτα ποιέων ὑγιὴς γίνεται.

40. Πυρετοὶ ἀπὸ χολῆς· ἢν χολᾷ ὁ ἄνθρωπος, πυρετὸς αὐτὸν λαμβάνει καθημέρην καὶ ἀφίει, ἔχει δὲ μάλιστα τὸ μέσον τῆς ἡμέρης, καὶ τὸ στόμα πικρὸν, καὶ ὅταν ἄσιτος ᾖ, λυπέει αὐτόν· ἐπὴν δὲ φάγῃ, πνίγεται, καὶ ὑπὸ ὀλίγων τινῶν ἐμπίπλαται, καὶ βδελύττεται, καὶ ἐμεσίαι μιν λαμβάνουσιν, καὶ ἐς τὴν ὀσφῦν βάρος ἐμπίπτει καὶ ἐς τὰ σκέλεα, καὶ ὑπνώσσει πολλά. Τούτου, ἢν μετὰ τὸ πῦρ ἐξιδρῷ, καί οἱ ψυχρὸς καὶ πουλὺς ᾖ, καὶ τοῦ πυρετοῦ μὴ ἀπαλλάσσηται, ἡ νοῦσος χρονίη γίνεται· ἢν δὲ μὴ ἱδρῷ, θᾶσσον κρίνεται. Ὅταν οὕτως ἔχῃ, ἐπὴν γένηται ἐνναταῖος, φάρμακον διδόναι· ἢν γὰρ αὐτίκα ἀρχομένου τοῦ πυρετοῦ διδῷς, ἐπὴν καθαρθῇ, ἐπανέλαβε πυρετὸς, καὶ αὖθις φαρμάκου δεῖται. Ἐπὴν δὲ τὸ μὲν στόμα μὴ πονέῃ, ἐς δὲ τὴν νειαίρην γαστέρα στρόφος ἐμπίπτῃ, φάρμακον πῖσαι κάτω, καὶ μεταπῖσαι γάλα ὄνου ἢ ὀῤῥὸν ἢ τῶν χυλῶν τινά· ἢν δ’ ἀσθενὴς ἔῃ, ὑποκλύσαι. Πρὸ δὲ τοῦ φαρμάκου τῆς πόσιος, ἢν πυρεταίνῃ, ἕωθεν μὲν διδόναι μελίκρητον ὑδαρές· τὴν δὲ ἄλλην ἡμέρην ἐφ’ ἣν ὁ πυρετὸς ἔχει, ὕδωρ ὁπόσον ἂν θέλῃ διδόναι ψυχρὸν πίνειν· ἐπὴν δὲ ἀνῇ ὁ πυρετὸς, ῥοφᾷν διδόναι πτισάνης χυλὸν ἢ κέγχρον λεπτὸν, καὶ ἐπιπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα. Ἢν δὲ ἔμπυρος ἔῃ καὶ μὴ ἀνίῃ μήτε τῆς νυκτὸς μήτε τῆς ἡμέρης, ψαυόμενος δὲ ἢν τὰ μὲν ἄνω

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]