Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Morbis II (Diseases II)

Littré 1851

θερμῷ, πῖσαι τὸ τρίφυλλον καὶ ὀπὸν σιλφίου ἐν οἴνῳ ἰσοκρατεῖ, καὶ κατακλίνας ἐπιβαλέειν ἱμάτια πολλὰ ἕως ἱδρώσῃ· ἐπὴν δὲ ἐξιδρώσῃ, ἢν διψῇ, δοῦναι πιεῖν ἄλφιτον καὶ ὕδωρ· ἐς ἑσπέρην δὲ κέγχρον ἑψήσας λεπτὸν, ῥοφησάτω, καὶ οἶνον ἐπιπινέτω· ἕως δ’ ἂν διαλείπῃ, σιτίοισιν ὡς μαλθακωτάτοισι χρήσθω.

43. Πυρετὸς τεταρταῖος· τεταρταῖος πυρετὸς ὅταν ἔχῃ, ἢν μὲν ἐξ ἄλλης νούσου λάβῃ ἀκάθαρτον, φάρμακον πῖσαι κάτω· ἔπειτα τὴν κεφαλὴν καθῆραι, ἔπειτα φάρμακον πῖσαι κάτω· ἢν δὲ μὴ ταῦτα ποιήσαντι παύηται, διαλείπων δύο λήψιας μετὰ τὴν κάτω κάθαρσιν, λούσας αὐτὸν πολλῷ θερμῷ, πῖσον τοῦ καρποῦ τοῦ ὑοσκυάμου ὅσον κέγχρον, καὶ μανδραγόρου ἴσον, καὶ ὀποῦ τρεῖς κυάμους, καὶ τριφύλλου ἴσον, ἐν οἴνῳ ἀκρήτῳ πιέειν. Ἢν δὲ ἐῤῥωμένος καὶ ὑγιαίνειν δοκέων, ἐκ κόπου ἢ ἐξ ὁδοιπορίης πυρετήνας, καταστῇ αὐτῷ ἐς τεταρταῖον, πυριήσας αὐτὸν, σκόροδα δίδου ἐς μέλι βάπτων· ἔπειτα ἐπιπινέτω φάκιον, μέλι καὶ ὄξος μίξας· ἐπὴν δ’ ἐμπλησθῇ, ἐμεσάτω· ἔπειτα λουσάμενος θερμῷ, ἐπὴν ψυχθῇ, πιέτω κυκεῶνα ἐφ’ ὕδατι· ἑσπέρης δὲ σιτίοισι μαλθακοῖσι καὶ μὴ πολλοῖσι διαχρήσθω· τῇ δὲ ἑτέρῃ λήψει λούσας θερμῷ πολλῷ, ἱμάτια ἐπιβαλὼν ἕως ἐξιδρώσῃ, πῖσαι παραχρῆμα λευκοῦ ἑλλεβόρου τῶν ῥιζέων ὅσον τριῶν δακτύλων μῆκος, καὶ τοῦ τριφύλλου ὅσον δραχμὴν μέγεθος, καὶ ὀποῦ δύο κυάμους, ἐν οἴνῳ ἀκρήτῳ· καὶ ἢν ἐμεσίαι μιν ἔχωσιν, ἐμεσάτω· ἢν δὲ μὴ, ὁμοίως, μετὰ δὲ τὸ καθῆραι τὴν κεφαλήν· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν· ὅταν δὲ ἡ λῆψίς μιν ἔχῃ, μὴ νῆστις ἐὼν τὸ φάρμακον πινέτω.

Work

Title: Hippocrates: De Morbis II
English: Diseases II
Original: Περὶ νούσων τὸ δεύτερον

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Littré, Émile

Title: Oeuvres complètes d'Hippocrate

Published: 1851

Series: Oeuvres complètes d'Hippocrate

Volume: 7

Pages: 8-114

Publisher: Baillière, Paris

Download

Hipp-Gr_048.xml [165 Kb]