De Febrium Differentiis (On the Differences of Fevers)
Kühn 1824
δ’ ἐστὶ κᾀν τούτῳ πάμπολλα· διότι καὶ τῆς διαθέσεως
αὐτῆς οὐκ ὀλίγη τις ἡ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάλλαξις.
ὁ μὲν οὖν ἶσον ἀπέχων ἑκατέρων τῶν πυρετῶν, τοῦ
τ’ ἀκριβῶς ἤδη μαρασμώδους καὶ τοῦ μηδέπω μηδὲν ἔχοντος
τοιοῦτον, μέσος πώς ἐστι καὶ πρὸς τὴν ἴασιν ἀμφίδοξον ἔχων
τὴν ἐφ’ ἑκάτερα ῥοπήν· ὁ δ’ ἐγγυτέρω τοῦ μαρασμώδους
ἤδη κινδύνῳ πελάζει, καθάπερ καὶ ὁ θατέρου τοῦ πρώτου
πλησίον οὐκ ὀλίγας ἔχει σωτηρίας ἐλπίδας. ἑξῆς οὖν ἐπὶ
τὰς διαγνώσεις αὐτῶν ἰτέον, καὶ πρώτου γε τοῦ λύεσθαι δυναμένου
ῥᾳδίως, ἢν μὴ περιπέσῃ τινὶ τῶν πολλῶν τοιούτων
ἰατρῶν. ἔστι δὲ μόνος μὲν ὑφιστάμενος, οὐ χαλεπὸς ἐπιγνωσθῆναι,
συνεπισπώμενος δέ τινα τῶν ἐπὶ σήψει χυμῶν,
δυσφώρατος ἤδη γίγνεται διὰ τὴν ἐπιμιξίαν. ὑποκείσθω
δὲ πρῶτος αὐτὸς μόνος ἐπί τινι τῶν προειρημένων αἰτίων
συνιστάμενος, καὶ φαινέσθω γε κατὰ τὴν πρώτην ἡμέραν
ἅπαντα ἐπ’ αὐτοῦ τὰ γνωρίσματα τῶν ἐφημέρων πυρετῶν τοῦ
γένους. συνεμφαίνεται μὲν οὖν αὐτοῖς εὐθέως καὶ ἡ ἰδέα τοῦ
προκατάρξαντος αἰτίου, καὶ δειχθήσεται καὶ τοῦτο τοῦ λόγου
Work
Title: De Febrium Differentiis
English: On the Differences of Fevers
Original: Περὶ διαφορᾶς πυρετῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 273-405
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_059.xml [278 Kb]