Digital Corpus for Graeco-Arabic Studies

Galen: Ars Medica (The Art of Medicine)

Τὰ δὲ περὶ τὸ μέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν ἐσφαλμένα, ὅσα μὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ μὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ μὲν οὖν τῆς κεφαλῆς μέγεθός τε καὶ σχῆμα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠμοπλάτας, ἢ ὤμους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ μηρὸν, ἢ κνήμην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλμένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὺ μέγεθος, ἄν τε κατὰ τὸν ἀριθμὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώματος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα μὲν γάρ τινος οὕτω σμικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάμην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτομένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάμην ἐγκειμένην τε καὶ σμικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραμμένος ἐναργῶς. οὐ μὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε μοί ποτε. πειρᾶσθαι μέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ μὴ κατ’ ἐπιστήμην βεβαίαν, ἀλλ’ οὗν κατὰ στοχασμόν τινα τεχνικὸν, οἶον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς μὲν φλέβας ἔχοντας. ἄχρουν δὲ τὸ σύμπαν σῶμα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ μᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς μὲν ὥσπερ τινὸς βάρους ἐγκειμένου καὶ κρεμαμένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανομένους ἐν βάθει, τοὺς δὲ μετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ μικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάμην φλεγματικὸν μὲν ὅλην τὴν ἕξιν, ἐμοῦντα δὲ ἑκάστης ἡμέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήματα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκμηράμην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ μικρὰν ἑαυτοῦ μοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέμπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει μεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατομῆς φαινομένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλμένων σωμάτων, ἐν ταῖς ἀνατομαῖς αὑτὸν γυμναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδίᾳ καθ’ ἑτέρας πραγματείας, ὑπὲρ ὧν ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλομαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι μαθεῖν, ἐκ ποίας μάλιστα πραγματείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ μὲν τούτων ἅλις.