Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Natura Pueri (Nature of the Child)

31. Δίδυμα δὲ γίνεται ἀφ’ ἑνὸς λαγνεύματος οὕτως· ἔχουσιν αἱ μῆτραι κόλπους συχνοὺς καὶ γαμψοὺς, τοὺς μὲν τηλοτέρω, τοὺς δὲ πλησιαιτέρω τοῦ αἰδοίου· καὶ τὰ πουλύγονα τῶν ζώων πλείους ἔχει κόλπους τῶν ὀλίγα κυεόντων· ὁμοίως δὲ καὶ τὰ πρόβατα, θηρία τε καὶ ὄρνεα. Ὅταν δὲ ἡ γονὴ τύχῃ σχισθεῖσα εἰς δύο κόλπους ἀφικομένη καὶ αἱ μῆτραι δέξωνται τὴν γονὴν, καὶ τοῖν κόλποιν μηδέτερος ἐς τὸν ἕτερον χαλάσῃ, χωρισθεῖσα δὴ ἐν ἑκατέρῳ κόλπῳ ὑμενοῦται καὶ ζωοῦται τῷ αὐτῷ τρόπῳ ᾧπερ καὶ τὸ ἓν εἴρηται. Ὅτι δὲ ἀφ’ ἑνὸς λαγνεύματος δίδυμα γίνεται ἱστόριον τόδε ἐστὶ, κύων καὶ ὗς καὶ ἄλλα ζῶα ὅσα ἀφ’ ἑνὸς λαγνεύματος τίκτει καὶ δύο καὶ πλείονα, καὶ ἕκαστον τῶν ζώων ἐν τῇσι μήτρῃσιν ἐν κόλπῳ καὶ ὑμένι ἐστὶ, καὶ ταῦτα αὐτοὶ ὁρέομεν γινόμενα, καὶ ταῦτα τίκτει τῇ αὐτῇ ἡμέρῃ πάντα ὡς ἐπιτοπλεῖστον. Ὧδε δὲ καὶ τῇ γυναικὶ ἀπὸ μιῆς μίξιος γινόμενα τὰ παιδία ἑκάτερον ἐν κόλπῳ καὶ χορίῳ ἐστὶ, καὶ τίκτει τῇ αὐτῇ ἡμέρῃ ἀμφότερα, καὶ πρότερον θάτερον χωρέει ἔξω καὶ τὸ χορίον αὐτοῦ. Ὅτι δὲ θῆλυ καὶ ἄρσεν δίδυμα γίνεται, φημὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ καὶ ἐν παντὶ ζώῳ ἑκάστῳ γονῆς ἐνεῖναι καὶ ἀσθενέστερον καὶ ἰσχυρότερον· καὶ οὐκ ἐς ἅπαξ χωρέει ἡ γονὴ, ἀλλὰ καὶ ἐς δὶς καὶ τρὶς ἀποβράσσεται· καὶ οὐκ ἀνυστὸν ἀεὶ ὁμοίως εἶναι πᾶν ἰσχυρὸν, τό τε πρόσθεν ἐξιὸν καὶ τὸ ὕστερον. Ἐς ὁκότερον ἂν οὖν τῶν κόλπων τύχῃ ἡ γονὴ παχυτέρη καὶ ἰσχυροτέρη ἐσιοῦσα, κεῖθι ἄρσεν γίνεται· ἐς ὁκότερον δ’ αὖ ὑγροτέρη καὶ ἀσθενεστέρη, κεῖθι θῆλυ γίνεται· ἢν δ’ ἐς ἄμφω ἰσχυρὴ ἐσέλθῃ, ἄμφω ἄρσενα γίνεται· ἢν δὲ ἀσθενὴς ἐς ἄμφω, ἄμφω θήλεα γίνεται. Οὗτος ὁ λόγος ὧδε εἰρημένος ἅπας τέλος ἔχει.

التؤمان إنّما يكونان من منى واحد وجماع واحد وإنّما يكونان لأنّ في الرحم حضنين وزوائد كثيفة وبعضها فوق وبعضها عند فم الرحم والحيوان التي تلد أولاداً كثيرة في بطن واحد مثل الخنازير في أرحامهنّ أحضان كثيرة أكثر من التي لا تلد كثيراً وكذلك النعاج وسائر الحيوان والطير فإذا اتّفق ووقع المنى في حضني الرحم وقبلاه ولم ينفرغ أحدهما في صاحبه فإنّه يبقى في المجرايين جميعاً ويصير لهما حجب كما وصفنا فقد بيّنّا أنّ التؤمين إنّما يكونان من جماع واحد وأخبرنا بذلك من قياس الكلاب والخنازير وسائر الحيوان لأنّهم يلدون من جماع مرّة واحدة وبعضهم اثنين وبعضهم ثلاثة وبعضهم كثيراً لأنّ كلّ نوع من الحيوان لإناثه أحضان كثيرة في أرحامهنّ ويكون في كلّ حضن واحد وقد نراها تضع ما في بطنها من الأولاد في يوم واحد.

كما في أرحام الحيوان أيضاً كذلك في رحم المرأة وإنّما يكون التؤمان في رحمها من جماع مرّة واحدة لأنّ المنى يقع في الحضنين جميعاً فيتصوّر منه جنينان وكلاهما يولدان في ساعة واحدة. يخرج الأوّل منهما هو ومشيمته ثمّ يخرج الثاني على إثره وقد يكون التؤمان من الذكورة والإناث جميعاً من قبل منى الرجل ومن قبل منى المرأة أيضاً وكذلك جميع الحيوان أيضاً من قبل ضعف منيها وقوّته لأنّ المنى القويّ إذا وقع في الرحم بقوّته حيثما وقع إنّما يكون منه ذكراً إن كان غليظاً قويّاً جدّاً والمنى الرطب الضعيف حيثما وقع إنّما يكون منه أنثى وإن كان المنى كلّه قويّاً فجميع ما يحبل به منه اثنين كانا أو ثلاثة فإنّما يكونون ذكورة وإن كان المنى ضعيفاً فإنّما يكون منه إناث واحدة كانت أو اثنتين.