Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: Prognosticon (Prognostic)

20. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν· οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται· ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην· ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην· ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην· ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν. Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμέεσθαι ἀτρεκέως· οὐδὲ γὰρ ό ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ᾿ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ᾿ ἡμερέων. Τουτέων δ᾿ ἐν ἀρχῇσίν ἐστι χαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι· ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ᾿ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι· καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα. Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι· μέγιστα γὰρ τὰ διαφέροντα ἀπ᾿ ἀρχῆς αὐτέων ἐστίν· οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα· οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες. Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.

المقالة الثالة

فاما الحميات فيأتى فيها البحران فى تلك الاعداد من الايام باعيانها التى يسلم منها من يسلم من الناس ويعطب من يعطب٭ وذلك ان اسلم الحميات التى يعتهد فيها على اوثق الدلائل فقد تنقضى فى اليوم الرابع او قبله. واخبث الحميات التى يظهر فيها اردى الدلائل فانها تقتل فى اليوم الرابع او قبله٭ والدور الاول من ادوارها عند هذا ينتهى٭ واما الدور الثانى فينتهى فى اليوم السابع. واما الدور الثالث فينتهى فى اليوم الحادى عشر. واما الدور الرابع فينتهى فى اليوم الرابع عشر. واما الدور الخامس فينتهى فى السابع عشر. واما الدور السادس فينتهى فى اليوم العشرين. وهذه الادوار تجرى على اربعة اربعة فى الامراض الحادة الى اليوم العشرين على طريق المزيد والمراتب٭ وليس يمكن ان يحسب شىء من هذا على حساب ايام تامة اذ كان ليس بممكن ان تحسب السنة ولا شهورها على حساب ايام تامة٭ ثم بعد هذه الادوار على ذلك الطريق وعلى ذلك الوجه من المزيد يكون الدور الاول فى اربعة وثلثين يوما والثانى فى اربعين يوما والثالث فى ستين يوما٭ وما كان من هذه يكون انقضاؤه فى مدة اطول فتقدمة المعرفة فى اولها عسرة. وذلك ان اوائلها متشابهة جدا. لكنه قد ينبغى منذ اول يوم ان تتفكر وكلما جاوزت اربعة ايام تفقدت فانه لن يخفى عليك الى اين يميل٭ وسكون الربع ايضا انما يكون على هذا النظام٭ والامراض التى شأنها ان تنقضى فى اقل المدد فهى اسهل تعرفا. وذلك لان الاشياء التى تفارق بها غيرها على اعظم ما يكون. وذلك ان الذين هم على سبيل السلامة يكون نفسهم نفسا حسنا ويكونون سليمين من الالم وينامون الليل ويكون سائر الدلائل فيهم على غاية الثقة. فاما الذين يعطبون فان نفسهم يكون رديا ويشوبهم اختلاط ويعتريهم ارق ويكون سائر الدلائل فيهم على غاية الرداة٭ وقد ينبغى ان تدبر امر الوقت وامر كل واحد من مقادير التزيد الى ان تبلغ الامراض وقت انقضائها على ان هذه الامور جارية على ما وصفنا٭ وعلى هذا القياس تحدث البحرانات للنساء ايضا بعد ولادتهن٭