Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ὕδατα πολλά, ϲυνεχέα μαλθακῶϲ.

Τριϲϲῶϲ ὕδατα γίνεται πολλά, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόωϲ ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδεϲ ὦϲι μόναι καθ’ ἑκάϲτην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα ϲυν- ελθόντων. ἔχειϲ δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάϲταϲιν, ἧϲ ἄρχεται τόνδε τὸν τρόπον· “ἐν Θάϲῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρῳ ὕδατα πολλά, μεγάλα ἐν βορείοιϲ·” δηλοῖ γὰρ τοῦτο τὸ “μεγάλα” πλῆθοϲ ὕδατοϲ ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐϲτίν· ὕδατα πολλά, ϲυνεχέα μαλθακῶϲ· τὸ γὰρ πλῆθοϲ αὐτῶν ἠθροίϲθη διὰ τὸ ϲυνεχῶϲ ἐν χρό- νῳ πλείονι γενέϲθαι καὶ μὴ καθάπαξ λάβρωϲ ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐϲτι τὸ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον· “ὗεν ἐν καύμαϲιν ὕδατι λάβρῳ διόλου.” τὸ μὲν γὰρ “λάβρον” πρὸϲ τὸν προειρημένον τρόπον κοινόν ἐϲτι, τὸ δὲ “διόλου” πρὸϲ τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταϲτάϲεων αὖθιϲ ἐροῦμεν κατὰ τὸν οἰκεῖον καιρόν, ἡ δὲ προκειμένη νῦν ἐν τῷ λόγῳ μεταξὺ τῆϲ φθινοπωρινῆϲ ἰϲημερίαϲ καὶ τῆϲ ἀρχῆϲ τοῦ χειμῶ- νοϲ γενομένη τὰ ὕδατα καθ’ ὅλην αὐτὴν ἔϲχε ϲυνεχῆ μαλθα- κῶϲ, ὡϲ αὐτὸϲ ἔφηϲεν, ὅπερ ἀντίκειται τῷ ἀθρόωϲ καὶ λάβρωϲ καὶ ϲφοδρῶϲ.

Χειμὼν νότιοϲ.

Ὅτι φθινοπώρου πέραϲ οἶδε καὶ αὐτὸϲ τὴν τῆϲ πλειάδοϲ δύϲιν ἣν διὰ ϲυντόμου φωνῆϲ ὀνομάζει καὶ “πλειάδα”. ϲαφῶϲ ἐδήλωϲε [εἰπὼν] μετὰ τὸ προειπεῖν “περὶ ἰϲημερίην καὶ ὑπὸ πληιάδα” γράψαϲ τούτων ἐφεξῆϲ χειμὼν νότιοϲ, ὡϲ οὐδενὸϲ ὄντοϲ μεταξὺ χρό- νου διηγήϲεωϲ ἰδίαϲ δεομένου, ϲυνάπτοντοϲ δὴ χειμῶνοϲ τῇ δύϲει τῆϲ πλειάδοϲ.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download