Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Μικρὰ πνεύματα βόρεια.

Μικρά φηϲι πνεύματα γενέϲθαι τοῦ χειμῶνοϲ. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύϲιν ὁ χειμὼν ἐπεραίνετο, πάντωϲ ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖϲ τοῦτο, καθάπερ γε νῦν ἔοικε γεγονέναι ϲμικρά, κατά τε τὸ ἴδιον μέγεθοϲ αὐτῶν καὶ κατὰ τὸ μῆκοϲ τοῦ χρόνου. καὶ γὰρ ὀλίγαιϲ ἡμέραιϲ ἐγένετο βόρεια καὶ οὐκ ἰϲχυρά, τοῦ χειμῶνοϲ εἰθιϲμένου μέγαν ἴϲχειν βορρᾶν ἐν χρόνῳ πολλῷ.

Αὐχμοί.

Τὴν ξηροτέραν τοῦ προϲήκοντοϲ κατάϲταϲιν αὐχμὸν ὠνόμαϲεν οὐ πάνυ τι ϲυνήθωϲ. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶϲ ξηροτέραν, ἀλλὰ τὴν ἄκρωϲ ξηρὰν ὀνομάζειν οὕτωϲ. ἀμήχανον δέ ἐϲτι καὶ ἄπιϲτον εἰϲ τοϲοῦτον γενέϲθαι τὸν χειμῶνα ξηρόν, ὡϲ αὐχμηρὰν ἀπεργάζεϲθαι τὴν γῆν, ὥϲπερ ἐν θέρει. οὐδὲ γὰρ οὐδ’ ἐν ἦρι τοιαύτη γίνεται κατάϲταϲιϲ, ᾗ νῦν ὅμοιον γεγονέναι φηϲὶ τὸν χειμῶνα.

Τὸ ϲύνολον ἔϲ γε χειμῶνα οἷον ἔαρ γίνεται.

Ξηρότερον μέντοι γ’ ἑαυτοῦ φηϲι γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡϲαύτωϲ τῷ θέρει ξηρόν, ὥϲ γε καὶ τὸν αὐχμόν, ὃν ὀλίγον ἔμπροϲθεν ἔφαμεν οὐ πάνυ τι κυρίωϲ εἰρῆϲθαι. λεκτέον οὖν ἐϲτιν οὐχ ἁπλῶϲ ὑπ’ αὐτοῦ τοῦτ’ εἰρῆϲθαι νῦν, ἀλλ’ ἐν τῷ πρόϲ τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄροϲ μικρόν. ὥϲτε ὁ χειμὼν ἐγένετο νῦν οὐχ ἁπλῶϲ αὐχμη- ρόϲ, ὥϲπερ οὐδὲ μέγαϲ μύρμηξ ἁπλῶϲ μέγαϲ, ἀλλ’ ὡϲ μέγαϲ μύρμηξ, οὗτόϲ τε οὖν τοῦ ὄρουϲ τοῦ ϲμικροῦ ϲμικρότερόϲ ἐϲτιν ὅ τε χειμὼν ὁ αὐχμηρὸϲ ὑγρότεροϲ τοῦ θέρουϲ, ὥϲπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε· τὸ ϲύνολον ἔϲ γε χειμῶνα οἷον ἔαρ γίνεται.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download