Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

μόνον προγνώϲεται τὰϲ γινομέναϲ νό- ϲουϲ ἐν ἑκάϲτῃ τῶν καταϲτάϲεων, ἀλλὰ καὶ κωλύϲει γίνεϲθαι, ταῖϲ τοῦ περιέχοντοϲ ἡμᾶϲ ἀμέτροιϲ κράϲεϲι τὴν ἐναντίαν ἐπιτεχνώμενοϲ δίαιταν. εὔδηλον γὰρ ὡϲ, εἴπερ εὐκραϲία τῶν πρώτων ϲωμάτων ἐϲτὶν ἡ ὑγεία, διαφθαρήϲεται μὲν ὑπὸ τῆϲ τοῦ περιέχοντοϲ δυϲκρα- ϲίαϲ, φυλαχθήϲεται δ’ ὑπὸ τῆϲ κατὰ τὴν δίαιταν ἐναντιώϲεωϲ. κακῶϲ οὖν ὁ Κόιντοϲ ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν Ἀφορι- ϲμῶν, ἐν οἷϲ ὧδέ πωϲ ἔγραψε· “περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸϲ καὶ βόρειοϲ γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρουϲ πυρετοὺϲ ὀξεῖϲ καὶ ὀφθαλμίαϲ καὶ δυϲεντερίαϲ γίνεϲθαι.” τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶϲθαί φηϲιν ὁ Κόιντοϲ ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογιϲμοῦ, πρῶτον μὲν αὐτὸ τοῦθ’ ἁμαρτάνων, ** ὅτι τὰϲ αἰτίαϲ, ὧν εἶπε κατὰ τοὺϲ Ἀφοριϲμοὺϲ τούτουϲ ὁ Ἱπποκράτηϲ, αὐτὸϲ αὖθιϲ ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἔγραψεν, εἶθ’ ὅτι τὸ χρήϲιμον μέροϲ τῆϲ διδαϲκα- λίαϲ ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰϲιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάϲϲειν τοῦ ϲυγγράμματοϲ καὶ τὸ τὰ χρήϲιμα διδάϲκειν τοὺϲ ἀναγνωϲομένουϲ αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέραϲ ὁ Κόιντοϲ ἐν τῷ μὴ ϲυνάπτειν τῇ καταϲτάϲει τοῦ περιέχοντοϲ ἡμᾶϲ ἀέροϲ τὰ πλεονάϲαντα νοϲήματα, ϲυνάπτεϲθαι μὲν αὐτὰ βουλο- μένου τοῦ Ἱπποκράτουϲ αὐτοῦ, προγνῶναι δ’ ἐϲόμενα καὶ κωλῦ- ϲαι ϲυνιϲτάμενα καὶ ἰᾶϲθαι γενόμενα μὴ δυνηϲομένων ἡμῶν ἄνευ τοῦ γνῶναι τὴν γενομένην ἐν τῷ ϲώματι διάθεϲιν ἐκ τῆϲ δυϲκραϲίαϲ τοῦ περιέχοντοϲ. οὕτωϲ γὰρ καὶ τῶν ἄλλων ἁπαϲῶν καταϲτάϲεων τὰϲ δυνάμειϲ αὖθιϲ ἐξευρίϲκειν δυνηϲόμεθα.

ὅϲτιϲ οὖν βούλεται μεγάλωϲ εἰϲ τὴν τέχνην ἐκ τῆϲ ἀναγνώϲεωϲ τῶν Ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τούτῳ βέλτιόν ἐϲτι τὸ Περὶ φύϲεωϲ ἀνθρώπου καὶ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων,

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download