Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑδάτων γινομένων θανατώδεεϲ ἦϲαν καὶ πλείουϲ ἀπώλλυντο.

Ἀναμνηϲθῶμεν ὡϲ κατὰ τὸ τέλοϲ τῆϲ ὅληϲ διηγήϲεωϲ, ἣν ἐποιή- ϲατο περὶ τῆϲ καταϲτάϲεωϲ, [ἧϲ] ἔγραψεν· “περὶ δὲ ἀρκτοῦρον ὕϲματα νότια μέχρι ἰϲημερίηϲ [ἦροϲ]”. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸϲ ἐπιτολὴν χρόνου μέχριϲ ἀρκτούρου κατὰ λέξιν οὕτωϲ· “μετὰ δὲ κύνα μέχριϲ ἀρκτούρου θέροϲ θερμόν, καύματα μεγάλα καὶ οὐκ ἐκ προϲαγωγῆϲ, ἀλλὰ ϲυνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο”. πρόδη- λον οὖν ὅτι χολοποιὸϲ ἡ τοιαύτη κατάϲταϲιϲ ἐγένετο, ὥϲτ’ εἰκότωϲ ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦϲοι πλείουϲ τε καὶ θανατώδειϲ ἐγίγνοντο, τοῦ νότου πεφυκότοϲ διαλύειν τε τὰ ϲώ- ματα καὶ χεῖν τοὺϲ χυμοὺϲ καὶ μέντοι καὶ ϲήπειν [ἅμα], ὅταν ἅμα πλείοϲιν ὑετοῖϲ γένηται.

Ἦν δὲ τῶν καύϲων τὰ παθήματα, οἷϲι μὲν καλῶϲ καὶ δαψιλῶϲ διὰ ῥινῶν αἱμορραγήϲαι, [καὶ] διὰ τούτου μάλιϲτα ϲῴζεϲθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶϲ αἱμορραγήϲαι, ἐν τῇ καταϲτάϲει ταύτῃ ἀποθα- νόντα. [ἐν] Φιλίϲκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Ϲιληνῷ τε- ταρταίοιϲι καὶ πεμπταίοιϲι ϲμικρὸν ἀπὸ ῥινῶν ἔϲταξε καὶ ἀπέθανον.

Καὶ ἄλλωϲ μὲν ἴδιόν ἐϲτι καύϲων πυρετῶν αἱμορραγίαιϲ ταῖϲ ἐκ ῥινῶν ὡϲ τὰ πολλὰ κρίνεϲθαι, καὶ τότε πλείουϲ αἱμορρα- γῆϲαί φηϲιν. καὶ μέντοι καὶ τὰ ἐφεξῆϲ αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέροϲ γεγενημένων ἑκάϲτοιϲ ἓν ἔχει τοῦτο τὸ κεφάλαιον· “ὅϲοιϲ μὲν αἱμορραγίαι τελέωϲ ἐγίνοντο, ϲωθῆναι τούτουϲ, οἷϲ δ’ ἐλ- λιπῶϲ ἢ οὐδ’ ὅλωϲ ἦν ϲτάξιϲ αἵματοϲ ἐκ ῥινῶν, μόνουϲ διαφθαρῆναι τούτουϲ, ἐν ἄλλοιϲ δέ τιϲι φυϲικῶν ἄλλων ἐκκρίϲεων ἤτοι [τῶν] διὰ γαϲτρὸϲ ἢ δι’ οὔρων γενομένων τούτουϲ μετὰ πολὺν χρόνον μόγιϲ ϲωθῆναι.”

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download