Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιστάμην, ὅπως εἶχε ῥώμης ἡ γυνή, καὶ περὶ τοῦ χρόνου τῆς νόσου δυνατὸν ἂν ἦν μοί τι λέγειν ἐπὶ τοῖς προειρημένοις συμπτώμασι, καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ' ἄδη- λόν μοι τοῦτο, μεμνῆσθαί γ' ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις συμ- πτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ τῆς δυνάμεως διορισμόν. οὕτως γὰρ ἀποφήνασθαι βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν οἵ τε παλμοὶ δι' ὅλου τοῦ σώματος γενόμενοι καὶ ἡ παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν ἤτοι κατὰ τὴν ἑπτακαιδεκάτην ἢ κατὰ τὴν εἰκοστὴν ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως. καὶ τοίνυν ἀμφότερα ἐγένετο, κατὰ μὲν τὴν ἑπτακαιδεκάτην ἀφωνίᾳ καταληφθείσης αὐτῆς, εἰκοσταίας δ' ἀποθανούσης.

Ἐπικράτεος γυναῖκα, ἣ κατέ- κειτο παρὰ Ἀρχηγέτην, περὶ τόκον ἐοῦσαν ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. τρίτῃ δ' ἔτεκε θυγατέρα καὶ τὰ ἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξύς, καρδίης πόνος καὶ γυναικείων. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα χολώ- δεα λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ ὑπομέλανα. ἀφ' ἧς δ' ἔλαβε πυρετός, ἐς νύκτα ἑκταίη παρέκρουσεν. ἑβδο- μαίῃ πάντα παρωξύνθη, ἄγρυπνος, παρέκρουσεν, διψώ- δης, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγω- σεν, ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουσεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ [ἵδρωσεν,] οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπερρίγωσε, πυ- ρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ξανθὰ ὑπό- συχνα, ἵδρωσεν ἀπύρετος, ἐς νύκτα δὲ πυρετὸς ὀξύς,

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download