Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Wenkebach 1934

ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα, μὴ καθιστάμενα. κατὰ δὲ τὴν πέμπτην ἐφάνη σαφῶς ὅτι τεθνήξεται, τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν ὁμοίως οὐρηθῆναί φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ἑνδεκάτῃ.

Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτῇ ἔχουσαν πῦρ ἔλαβεν· αὐτίκα δ' ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος τραχήλου καὶ κεφα- λῆς, κατὰ κληῖδα, χεῖρα δεξιήν, διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρελύθη μετὰ σπασμοῦ παραπλη- γικὸν τρόπον, παρελήρει πάντα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν ἀκρήτοισιν ὀλί- γοισιν. τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη, σπασμός· τῶν αὐτῶν πόνοι παρέμενον, καθ' ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταρα- χώδης, οὖρα λεπτά, οὐκ εὔχροα. πέμπτῃ πυρετὸς ὀξύς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα χολώδεα. ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάν- των ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρ- έμενε· διψώδης, οὖρα λεπτά, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρό- μος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖ- δα καὶ βραχίονα ἀριστερὸν παρέμενε, τὰ δ' ἄλλα διε- κουφίσθη, πάντα κατενόει. τρεῖς διέλιπεν ἄπυρος. ἑν- δεκάτῃ ὑπέστρεψεν, ἐπερρίγωσε, πῦρ ἔλαβεν. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν· ἄπυρος ἐκρίθη.

Work

Title: Galen: In Hippocratis Epidemiarum librum I
English: On Hippocrates' Epidemics I
Original: Ἱπποκράτους ἐπιδημιῶν αʹ καὶ Γαληνοῦ εἰς αὐτο ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Wenkebach, Ernst
and Pfaff, Franz

Title: Galeni in Hippocratis Epidemiarum libros I et II

Published: 1934

Series: Corpus Medicorum Graecorum

Volume: 5

Number: 10

Pages: 3-151

Publisher: B. G. Teubner, Berlin, Leipzig

Download