Digital Corpus for Graeco-Arabic Studies

Galen: Institutio Logica (Introduction to Logic)

Kalbfleisch 1896

ἀναγκαί(αν) ἔχει μήτε τὴν μάχην, τὸ συμπεπλεγμένον ἀξίωμα συνίστησιν, ὁποῖα τὰ τοιαῦτά ἐστι ‘Δίων περιπατεῖ καὶ Θέων διαλέγεται’· δῆλον δὲ καὶ τὸ ἀποφατικὸν αὐτοῦ τοιοῦτον ἐσόμενον ‘οὐχὶ καὶ Δίων περιπατεῖ 〈καὶ Θέων διαλέγεται’. ἡ δὲ πρόσληψις ‘ἀλλὰ μὴν Δίων περιπατεῖ’,〉 ἔτι δὲ ‘ἀλλὰ μὴν Θέων διαλέγεται’· συμπέρασμα δὲ κατὰ μὲν τὴν ἑτέραν πρόσληψιν ‘οὐκ ἄρα Θέων διαλέγεται’, κατὰ δὲ τὴν ἑτέραν ‘οὐκ ἄρα Δίων περιπατεῖ’· πρὸς ἀπόδειξιν δὲ ἡ τοιαύτη τῶν ὑλ(ῶν) δέδεικται καὶ παντάπασιν ἄχρηστος οὖσα. ταῦτα μὲν οὖν ἴσως καὶ πλείω τοῦ δέοντος ὡς προκειμένης ἡμῖν βραχυλογίας εἴρηται σαφηνείας ἕνεκεν, ἔλθωμεν δὲ αὖθις ἐπὶ τὸ προκείμενον, ὡς εἰ καὶ μηδὲν εἴρητο τῶν παραφθεγμάτων. οἱ γὰρ ἐξ ὑποθετικῶν προτάσεων γιγνόμενοι συλλογισμοὶ κατὰ μετάβασιν ἀφ’ ἑτέρου πράγματος ἐφ’ ἕτερον ἐπιτελοῦν〈ται〉 δι’ ἀκολουθίας ἢ μάχης ἤτοι γ’ ἐλλιποῦς ἑκατέρας ἢ τελείας, καὶ τρίτον παρὰ ταύτας γένος οὐδέν ἐστι τῆς ἀφ’ ἑτέρου μεταβάσεως ἐφ’ ἕτερον εἰς ἀπόδειξιν χρήσιμον. ἔσονται δὴ δύο μὲν ἐκ τῆς τελείας ἀκολουθίας συλλογισμοί, καθάπερ γε κἀκ τῆς τελείας μάχης ἕτεροι δύο, καὶ καλείσθωσαν οἱ μὲν ἐκ τῆς ἀκολουθίας πρῶτός τε καὶ δεύτερος, οἱ δ’ ἐκ τῆς μάχης τέταρτος καὶ πέμπτος, ἐπειδὴ Χρύσιππος οὕτως ἔθετο, {γ} δὲ κατὰ τὴν λέξιν ὁ αὐτὸς τῷ Χρυσίππῳ, κατὰ δὲ τὴν τῶν αἰτητῶν φύσιν οὐχ ὁ αὐτός· οὐχ 〈ὡς〉 ᾤετο γὰρ ἐξ ἀποφατικοῦ

Work

Title: Galen: Institutio Logica
English: Introduction to Logic
Original: Εἰσαγωγὴ διαλεκτική

Domains: Logic

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kalbfleisch, Karl

Title: Galeni Institutio logica

Published: 1896

Series: Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana

Pages: 3-49

Publisher: B. G. Teubner, Leipzig

Download

Galen-Gr_119.xml [126 Kb]