Introductio Seu Medicus (Introduction)
Kühn 1827
ἀκριβῶς ἐκράτυναν αὐτήν. μεθοδικῆς δὲ ἦρξε μὲν Θεμίσων ὁ Λαοδικεὺς τῆς Συρίας, παρ᾿ Ἀσκληπιάδου τοῦ λογικοῦ ἐφοδιασθεὶς εἰς τὴν εὕρεσιν τῆς μεθοδικῆς αἱρέσεως. ἐτελείωσε δὲ αὐτὴν Θεσσαλὸς ὁ Τραλλιανός. οἱ δὲ μετὰ τούτους Μνασέας, Διονύσιος, Πρόκλος, Ἀντίπατρος· διεστασίασαν δὲ περί τινων ἐν αὐτῇ Ὀλυμπιακὸς ὁ Μιλήσιος καὶ Μενέμαχος ὁ Ἀφροδισεὺς καὶ Σωρανὸς ὁ Ἐφέσιος. ἐγένοντο δέ τινες καὶ ἐπισυνθετικοὶ, ὡς Λεωνίδης ὁ Ἀλεξανδρεύς. καὶ ἐκλεκτοὶ, ὡς Ἀρχιγένης ὁ Ἀπαμεὺς τῆς Συρίας.
[Εἰ ἐπιστήμη ἡ ἰατρικὴ, ἢ τέχνη.] Τινὲς τῶν λογικῶν, ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικὴν, οἷον τὸ αἰτιολογικὸν καὶ φυσιολογικὸν, τὸ δὲ στοχαστικὸν, οἷον τὸ θεραπευτικὸν καὶ τὸ σημειωτικόν. οἱ δὲ μεθοδικοὶ καὶ δι᾿ ὅλου ἐπιστήμην αὐτὴν ἀποκαλοῦσιν. διήμαρτον δὲ ἄμφω τοῦ ἀληθοῦς καὶ μάλιστα οἱ μεθοδικοί. ἐπιστήμη γάρ ἐστι γνῶσις ἀραρυῖα καὶ βεβαία καὶ ἀμετάπτωτος ὑπὸ λόγου. αὕτη δὲ οὐδὲ παρὰ τοῖς φιλοσόφοις ἐστὶ, μάλιστα ἐν τῷ φυσιολογεῖν·
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]