Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

εἰς ὃ τελευτᾷ ὁ θώραξ, ἔνθα καὶ τὰ αἰδοῖα τῶν ἀῤῥένων τέτακται καὶ τῶν θηλειῶν κατὰ τὴν διάφυσιν τῶν μηρῶν, ὅπως κρύπτηται ὑπὸ τούτων. τοῦ μὲν οὖν ἀρσενικοῦ τὸ προῦχον καυλός. τὸ δὲ ἄκρον αὐτοῦ βάλανος. καθ᾿ ὃ δὲ τετρύπηται πρὸς ἔκκρισιν, ἀπὸ τῆς χρείας οὐρήθρα ὀνομάζεται· τὸ δὲ σκέπον τὸ ἄκρον ποσθή. τὸ δὲ κάτω μέρος τοῦ καυλοῦ κατὰ μῆκος αὐτοῦ ῥαφή. τὸ δὲ διατεῖνον μέχρι τῆς ἕδρας ταῦρος καλεῖται. δίδυμοι δὲ καὶ ὄρχεις ἔνδοθέν τε καὶ ἔξωθεν ὀνομάζονται. καὶ ὄσχεον τὸ περὶ τοὺς διδύμους. τοῦ δὲ γυναικείου αἰδοίου, οὕτω γὰρ αὐτὸ οἱ παλαιοὶ ὠνόμαζον, αὐτὸς μὲν ὁ κόλπος κτεὶς καλεῖται. τὰ δὲ περιέχοντα τὸν κόλπον πτερυγώματα. τὸ δὲ μέσον τούτων κατὰ τὴν διασχίδα ἐκπεφυκὸς σαρκίδιον, νύμφη, ὃ καὶ διὰ τὸ προκύπτειν ἐπὶ πολὺ ἐκτομῆς ἀξιοῦται παρ᾿ Αἰγυπτίοις ἐπὶ τῶν παρθένων. κοινῶς δὲ τὸ στόμα τοῦ ἀπευθυσμένου διὰ τῆς ἕδρας ἐξερχόμενον, πρὸς τὸ ἐπέχειν ὁπότε βουλόμεθα τὰς ἐκκρίσεις, εὐχρηστεῖ· δακτύλιος δὲ ἀπὸ τοῦ σχήματος καὶ σφιγκτὴρ ἀπὸ τῆς ἐνεργείας κέκληται. τὸ δὲ ὑπὸ τὸν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download