Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἔστιν ὅτε καὶ οὖρον ἐκκρίνουσιν ἀπροαιρέτως. ἰᾶται δὲ τὸ πάθος ἐπὶ μὲν τῶν πρὸ ἥβης παίδων, ἡ φύσις ἐκλάμψασα περὶ ἥβην καὶ κρίσιν τοῦ νοσήματος ἐργασαμένη, τῷ ἐμφύτῳ θερμῷ ἀναξηράνασα τὰ αἴτια. τοῖς δὲ μετὰ τὴν ἥβην δυσίατον, ἢ καὶ ἀνίατον τὸ πάθημα. τὰ δὲ σκοτώματα καὶ αἱ ἴλιγγες συγγενῆ ἐστιν τῆς ἐπιληψίας καὶ ὑπὸ τῶν αὐτῶν αἰτίων γινόμενα καὶ περὶ τὰ αὐτὰ χωρία συνιστάμενα. ἐπιπολαία μέντοι ἡ κατασκευὴ αὐτῶν καὶ οὐκ ἐνδιάθετος, διὸ καὶ εὐιατοτέρα καθάρσεσι ταῖς ἀπὸ κοιλίας, μάλιστα τῇ ἱερᾷ, ἔπειτα ἀποφλεγματισμοῖς καὶ ἐμέτοις ἐν κύκλῳ παραλαμβανομένοις, τοῖς μὲν ἀπὸ δείπνου, τοῖς δὲ νήστεσιν. ἐπὶ πᾶσι δὲ κατορθοῦται ἑλλεβόρῳ. τῆς δὲ περὶ τὴν διάνοιαν ἐκστάσεως, δύο μὲν τὰ ἐξέχοντα εἴδη μανία τε καὶ μελαγχολία. πολλαὶ δὲ καὶ ἐν τούτοις αἱ διαφοραὶ, ἀκατωνόμαστοι οὖσαι. συνίσταται μὲν οὖν περὶ κεφαλὴν πᾶσαν ἔκστασις διανοίας. αἰτία δὲ τῆς μὲν μανίας ξανθὴ χολή. διὰ τοῦτο ταραχώδεις καὶ ἔκφοροι καὶ πρόχειροι ὑβρισταί τε οἱ τούτῳ ἐχόμενοι τῷ πάθει. τῆς δὲ μελαγχολίας

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download